Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν
ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου,
δι᾿ ὧν ἐν τοῖς οὐρανοῖς εὗρες
μισθὸν τῶν καμάτων σου.
Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας,
τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα,
ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας,
Παρρησίαν ἔχων πρὸς Κύριον,
εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν, Θεοτοκίον.Οἱ Μάρτυρες σου Κύριε.
Ἐξάρπασόν με Δέσποινα,
χειρὸς τοῦ δράκοντος τοῦ βροτοκτόνου,
τοῦ πολεμοῦντός με ἐν ὑποκρίσει,
καταπιεῖν ὁλοτελῶς·
σύντριψον τὰς μύλας τούτου δέομαι,
καὶ τὰ μηχανήματα διάλυσον·
ὅπως ρυσθεὶς τῶν τούτου ὁνύχων,
μεγαλύνω τὴν δυναστείαν σου.
Πηγή: Μηναῖον Ἰανουαρίου, «Φῶς», σελ. 313-314.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου