Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Εὐβοίας τὸν γόνον, οἰκουμένης ἀγλάϊσμα
τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον,
Πορφύριον τιμήσωμεν, πιστοί,
τὸν πλήρη χαρισμάτων ἐκ παιδός.
Δαιμονῶντας γὰρ λυτροῦται, καὶ ἀσθενεῖς
ἰᾶται πίστει κράζοντας·
δόξα τῷ δεδοκότι σοι ἰσχύν,
δόξα τῷ σέ ἁγιάσαντι,
δόξα τῷ ἐνεργούντι διά σοῦ
πᾶσιν ἰάματα.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τοῦ Παρακλήτου τὸν ναὸν τὸν ἁγιώτατον,
καὶ τῆς πανάγνου Θεοτόκου προσφιλέστατον
ἀνυμνήσωμεν Πορφύριον ἐκ καρδίας.
Ἀγαπᾷ γὰρ καὶ ἰᾶται πάντας καὶ φρουρεῖ,
καὶ πρεσβεύει, ὅπως τύχωμεν θεώσεως.
Ὄθεν κράζομεν· χαίροις, πάτερ Πορφύριε.
Μεγαλυνάριον
Χαίροις χαρισμάτων ὁ θησαυρὸς
καὶ τῶν ἰαμάτων ἡ πηγή ἡ θαυματουργός.
Χαίροις ὁ προφήτης ὁ νέος Ἐκκλησίας,
Πορφύριε τρισμάκαρ, Ἄθωνος καύχημα.
Πηγή: Ἁσματική Ἀκολουθία τοῦ Ἁγίου Πορφυρίου τοῦ Καυσοκαλυβίτου,
« Ι. Μ. Μεταμορφώσεως τοῦ Σωτῆρος Μήλεσι Ἀττικῆς», σελ. 37, 50 & 63.
« Ι. Μ. Μεταμορφώσεως τοῦ Σωτῆρος Μήλεσι Ἀττικῆς», σελ. 37, 50 & 63.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου