Εμφάνιση αναρτήσεων με ετικέτα β2. Εὐχὲς & Προσευχές. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα β2. Εὐχὲς & Προσευχές. Εμφάνιση όλων των αναρτήσεων

Τετάρτη 18 Μαΐου 2016

Προσευχὴ τοῦ ὁδηγοῦ


Προσευχὴ τοῦ ὁδηγοῦ

Κύριε, πρὶν πάρω σήμερα τὸ τιμόνι στὰ χέρια μου, σοῦ ζητῶ αὐτὴν τὴ χάρη.

Βοήθησέ με νὰ χρησιμοποιήσω τὸ αὐτοκίνητο μὲ νηφαλιότητα καὶ φρόνηση, ὄχι ἀνυπόμονα, ὄχι ἐγωϊστικά, ἀλλὰ γιὰ ἥρεμη καὶ εὐγνώμονα ἐξυπηρέτηση καὶ ὄχι γιὰ ἐπίδειξη, ἢ νευρικὴ ἐκτόνωση, ἢ ἀχόρταγη ἀπληστία πολυπραγμοσύνης.

Βοήθησέ με περάσω σῶος καὶ ἀβλαβὴς ἀπὸ ὅλους τοὺς ποικίλους κινδύνους τῆς ἀσφάλτου, ἔχοντας στὸ πλάϊ μου «Ἄγγελον εἰρήνης, πίστον ὁδηγόν» καὶ συμπαραστάτη.

Προστάτευσε καὶ ὅσους θὰ μεταφέρω, ὥστε νὰ φθάσουμε μὲ ἀσφάλεια στὸν προορισμό μας. Τόνωσε τὸ χέρι καὶ τὴν ὅρασή μου, γιὰ νὰ μὴν προκαλέσω πειρασμό, ζημιὰ ἢ καὶ τὸ θάνατο ἐνδεχομένως σὲ ἀθῴους... Ἀλλὰ καὶ ἀπὸ ἀκρισίες ἄλλων ὁδηγῶν προστάτευσέ με.

Χριστέ μου, Πλαστουργέ μου, Κυβερνῆτα τῆς ζωῆς τῶν ἀνθρώπων!

Δῶσε μου χέρια σταθερά, μάτια δυνατὰ κι᾿ ἐπαγρύπνηση ἀκέρια, ὥστε καμμιὰ ἐνέργειά μου νὰ μὴν καταστρέψει τὴ ζωὴ ἢ τὴν ὑγεία τοῦ ἄλλου, αὐτὰ τὰ μεγάλα δῶρα, ποὺ προέρχεται ἀπὸ Σένα.

Φύλαξέ με ἀπὸ κάθε πειρασμό, ποὺ θὰ διασαλεύσει τὴν εἰρήνη στὴν ψυχή μου ἢ στὶς ψυχὲς ἄλλων. Φώτισε νὰ ὁδηγῶ πάντα ψύχραιμα, συνετά, πειθαρχημένα, εἰρηνικά, εὐγενικὰ καὶ μὲ πλήρη συναίσθηση τῆς εὐθύνης, ποὺ μοῦ ἐμπιστεύθηκες, γιὰ τὸ καλὸ ὅλων.

Πρεσβείαις τῆς Παναχράντου Σου Μητρός, τῶν φωτοειδῶν Ἀγγέλων, τοῦ Μάρτυρος Χριστοφόρου καὶ πάντων Σου τῶν Ἁγίων. Ἀμήν.

Πέμπτη 12 Μαΐου 2016

Προσευχὴ Ἁγιογράφου - Διονυσίου Ἱερομονάχου



Προσευχὴ Ἁγιογράφου

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἀπερίγραπτος ὑπάρχων τῇ φύσει τῆς Θεότητος καὶ διὰ τὴν σωτηρίαν τοῦ ἀνθρώπου ἐπ᾿ ἐσχάτων ἐκ τῆς Παρθένου καὶ Θεοτόκου Μαρίας ἀφράστως σαρκωθεὶς καὶ ἀξιώσας περιγράφεσθαι· 

ὁ τὸν ἅγιον χαρακτῆρα τῆς ἀχράντου ὄψεως ἐν τῷ ἁγίῳ μανδηλίῳ τυπώσας καὶ δι᾿ αὐτοῦ τὴν νόσον τοῦ τοπάρχου Αὐγάρου ἰασάμενος καὶ τὴν ψυχὴν αὐτοῦ φωτίσας εἰς τὴν ἐπίγνωσιν σου τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν· 

ὁ διὰ τοῦ Ἁγίου σου Πνεύματος συνετίσας τὸν θεῖον Ἀπόστολόν σου καὶ Εὐαγγελιστὴν Λουκᾶν τὴν μορφὴν τῆς παναμώμου σου Μητρὸς διαγράψαι, φερούσης σε ὡς βρέφος ἐν ταῖς ἀγκάλαις αὐτῆς, καὶ τὸ 

«Ἡ χάρις τοῦ ἐξ ἐμοῦ τεχθέντος δι᾿ ἐμοῦ μετ᾿ αὐτῶν» εἰπούσης, αὐτὸς Δέσποτα Θεὲ τῶν ὅλων, φώτισον, συνέτισον τὴν ψυχὴν τὴν καρδίαν καὶ τὴν διάνοιαν τοῦ δούλου σου (δεῖνος) καὶ τὰς χεῖρας αὐτοῦ εὔθυνον πρὸς τὸ ἀμέμπτως καὶ ἀρίστως διαγράφειν τὸ εἶδος τῆς ἐμφερείας σου καὶ τῆς παναχράντου σου Μητρὸς καὶ πάντων σου τῶν Ἁγίων, 

εἰς δόξαν σὴν καὶ εἰς φαιδρότητα καὶ ὡραϊσμὸν τῆς ἁγίας σου Ἐκκλησίας καὶ εἰς ἄφεσιν ἁμαρτιῶν τῶν σχετικῶς αὐτὰς προσκυνούντων καὶ μετ᾿ εὐλαβείας ἀσπαζομένων καὶ τὴν τιμὴν ἐπὶ τὸ πρωτότυπον ἀναφερόντων. 

Λύτρωσαι δὲ αὐτὸν ἐκ πάσης διαβολικῆς ἐπηρείας προκόπτοντα ἐν πάσαις ταῖς ἐντολαῖς σου πρεσβείαις τῆς παναχράντου Μητρός σου, τοῦ ἁγίου ἐνδόξου καὶ Εὐαγγελιστοῦ Λουκᾶ καὶ πάντων τῶν ἁγίων. Ἀμήν.

  Διονυσίου Ἱερομονάχου 
τοῦ ἐκ Φουρνᾶ Εὐρυτανίας
Ἀπὸ τὸ βιβλίο: Ἑρμηνεία τῆς ζωγραφικῆς τέχνης -
Πηγή: http://users.uoa.gr/~nektar/orthodoxy/prayers/hagiographer_prayer.htm

Πέμπτη 5 Μαΐου 2016

Ἀναστάσιμη προσευχή


 Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας,
καὶ τοῖς ἐν τοῖς μνήμασι,  ζωὴν χαρισάμενος.

Ἀνάστασιν Χριστοῦ θεασάμενοι,
προσκυνήσωμεν ἅγιον, Κύριον Ἰησοῦν, 
τὸν μόνον ἀναμάρτητον.
Τὸν Σταυρόν σου Χριστὲ προσκυνοῦμεν,
καὶ τὴν Ἁγίαν σου Ἀνάστασιν,
ὑμνοῦμεν καὶ δοξάζομεν·
σὺ γὰρ εἶ Θεὸς ἡμῶν,
ἐκτός σου ἄλλον οὐκ οἴδαμεν,
τὸ ὄνομά σου ὀνομάζομεν.
Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν 
τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν·
ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ,
χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ.
Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον,
ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ·
Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς,
θανάτῳ θάνατον ὤλεσεν.

 Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν,
ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Πηγή: Ὠρολόγιον τὸ Μέγα, «Ἀποστολικὴ Διακονία τῆς Ἐκκλησίας τῆς Ὲλλάδος», σελ. 193.

Σάββατο 5 Μαρτίου 2016

Μεγαλύνων μεγαλύνω σε, Κύριε - Ἅγιος Εὐστράτιος

Μεγαλύνων μεγαλύνω σε, Κύριε, ὅτι ἐπεῖδες ἐπὶ τὴν ταπείνωσίν μου, καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν, καὶ ἔσωσας με ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. 

 

Καὶ νῦν, Δέσποτα, σκεπασάτω με ἡ χείρ σου, καὶ ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεός σου, ὅτι τετάρακται ἡ ψυχή μου, καὶ κατώδυνός ἐστιν ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν ἐκ τοῦ ἀθλίου μου καὶ ρυπαροῦ σώματος τούτου· μήποτε ἡ πονηρὰ τοῦ ἀντικειμένου βουλὴ συναντήσῃ  καὶ παρεμποδίσῃ αὐτήν,  διὰ τὰς ἐν ἁγνοίᾳ καὶ γνώσει ἐν τῷ βίῳ τούτῳ γενομένας μοι ἁμαρτίας. 

 

Ἵλεως γενοῦ μοι, Δέσποτα, καὶ μὴ ἰδέτω ἡ ψυχή μου τὴν ζοφερὰν καὶ σκοτεινὴν ὄψιν τῶν πονηρῶν δαιμόνων· ἀλλὰ παραλαβέτωσαν αὐτὴν Ἄγγελοί σου φαιδροὶ καὶ φωτεινοί. 

 

Δὸς δόξαν τῷ ὀνόματί σου τῷ ἁγίῳ, καὶ τῇ σῇ δυνάμει ἀνάγαγέ με εἰς τὸ θεῖόν σου βῆμα. Ἐν τῷ κρίνεσθαί με μὴ καταλάβῃ με ἡ χεὶρ τοῦ ἄρχοντος τοῦ κόσμου τούτου εἰς τὸ κατασπάσαι με τὸν ἁμαρτωλὸν εἰς βυθὸν ᾅδου, ἀλλὰ παράστηθί μοι καὶ γενοῦ μοι σωτὴρ καὶ ἀντιλήπτωρ. 

 

Ἐλέησον, Κύριε, τὴν ῥυπωθεῖσαν τοῖς πάθεσι τοῦ βίου ψυχήν μου καὶ καθαρὰν αὐτὴν διὰ μετανοίας και ἐξομολογήσεως πρόσδεξαι· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Ἅγιος Εὐστράτιος

Πηγή: Ἱερὰ Σύνοψις, «Ἀστήρ», σελ. 91-92.

Σάββατο 27 Φεβρουαρίου 2016

Τελωνικὴ προσευχὴ


Τελωνικὴ προσευχὴ

Kύριε Ἰησοῦ Χριστέ,
Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ,
συγχώρησέ με,
Σὲ παρακαλῶ, 
ποὺ ἔχασα πολύτιμο χρόνο:
ἔτη, μῆνες, ἐβδομάδες, 
ἡμέρες, ὧρες, λεπτὰ καὶ δευτερόλεπτα,
σὲ ὅλα ὅσα δὲν ἐποίησα τὸ ἅγιο θέλημά Σου.
Χαμένος, ἀνεπίστρεπτος, κακοδιαχείριστος,
ἀτελεσφόρητος καὶ ἄκαρπος χρόνος.

Συγχώρησέ με,
Σὲ παρακαλῶ.
Ἔσφαλλα καὶ σφάλλω.
Διόρθωσέ με.
Μετανοῶ γιὰ ὅλα μου τὰ λάθη.
Λύτρωσέ με.
Θερμὴ ἱκεσία,
τελωνικὴ προσευχή:
«Ὁ Θεός, ἱλάσθητί μοι
τῷ ἁμαρτωλῷ*
καὶ ἐλέησόν με». 
Σπλαχνίσου με 
καὶ δίδαξέ με,
Σὲ παρακαλῶ,
νὰ ποιῶ σὲ κάθε μου πνοὴ
-ποὺ εἶναι δῶρο δικὸ Σου-
τὸ πανάγιο θέλημά Σου.
Πολὺ Σ᾿ εὐχαριστῶ!

Μαρία Π.Μ. πρεσβυτέρα

26.2.2016
______________
* Λουκ. ιη΄13.

Κυριακή 7 Φεβρουαρίου 2016

Εὐχὴ - Προσευχὴ στὸν Ἅγιο Παρθένιο ὑπὲρ ὑγείας

 
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.


Θεοφόρε Ἱεράρχα τοῦ Χριστοῦ, Ἅγιε Παρθένιε, ὁ τῆς Λαμψάκου πανθαύμαστος ποιμήν καί πάσης τῆς Ἐκκλησίας λύχνος φαεινότατος˙ ὁ Ἀποστολικοῖς χαρίσμασι θαυμαστωθείς, καί πλείστους εὐεργετήσας διά τῆς ἐν σοί τοῦ Παρακλήτου χάριτος καί δυνάμεως˙ ὁ νοσοῦντας θεραπεύσας, καί παραλύτους συσφίγξας, καί πάντων τῶν αἰτούντων τάς αἰτήσεις πληρώσας, πρόσδεξαι δεόμεθα, συμπαθέστατε Πάτερ, τήν παροῦσαν ἡμῶν δέησιν, καί πλήρωσον χαρᾶς καί εὐφροσύνης τάς καρδίας ἡμῶν.
Ἴασαι τόν πάσχοντα δοῦλον σου (ὄνομα ἀσθενούς - ἀσθενῶν) τόν προσελθόντα μετά πίστεως τῆ χάριτί σου. 
Κατάργησον καί ἀνενέργητον ποίησον τῆς ἀντικειμένης τοῦ σκότους δυνάμεως τήν κατ’ αὐτοῦ ὀλέθριον ἐνέργειαν. 
Ἀνόρθωσον αὐτόν ἀπό κλίνης ὀδυνηρᾶς ἐπελθοῦσης ἀσθενείας καί συνοχῆς, πάσης μαγείας καί γοητείας, καί τερατείας, καί βασκανίας, καί πάσης ἄλλης κακοτρόπου ἐπιβουλῆς καί μανίας διαλύων τάς συστροφάς καί καταργῶν τάς ἐπινοίας καί ἐπηρείας καί μηχανίας, τῆ ἀοράτω ἐπισκιάσει τῆς ὀξείας βοηθείας σου, Πάτερ. 
Σύ τῶν ἀκαθάρτων πνευμάτων τήν ἰσχύν κατήσχυνας˙ σύ τό χαλεπώτατον πάθος τοῦ καρκίνου ἐθεράπευσας˙ σύ ἐν σημείοις τε καί τέρασι καί ποικίλαις δυνάμεσι παρά Θεοῦ ἐδοξάσθης, δεδοξασμένε καί θαυματουργέ Πάτερ˙ σύ καί νύν ἐπάκουσον τῆς δεήσεως ἡμῶν καί δός τῶ πάσχοντι καί νοσοῦντι ἱκέτη σου τήν κατ’ ἄμφω ὑγείαν, εἰρήνην οὐρανόθεν καί βίον σεμνόν, πορευομένω ἐν ταῖς τρίβοις τοῦ Θείου θελήματος, πάσας τάς ἡμέρας τῆς ζωῆς αὐτοῦ˙ ἵνα διά σοῦ τυχών τοῦ Θείου ἐλέους, δοξάζη τό πανάγιον ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, τῆς μιᾶς Θεότητος καί βασιλείας εἰς τούς αἰῶνας. Ἀμήν.

Σάββατο 16 Ιανουαρίου 2016

Θαυμάζω Κύριε - Ὅσιος Κάλλιστος Ἀγγελικούδης


Θαυμάζω Κύριε, 
Φῶς ἱλαρὸ θαυμαστῆς εἰρήνης, 
πρόξενο ἀπόλυτης ἀναπαύσεως,
 ἀγαπητό, ἐκ φύσεως ἐξαίσιο, 
γεμάτο χάριτες συνήθως 
καὶ μοναδικὰ χαροποιό, 
τὸ μόνο ποὺ εἶναι ὅλο ζωή τοῦ νοῦ.

Θαυμάζω καὶ ἀπορῶ, 
παντοδύναμε ἅγιε Κύριε, 
ἂν ὑπάρχει ἄνθρωπος 
ποὺ ὅταν Ἐσὺ 
ἀπὸ ἄπειρη ἀγαθότητα τὸν ἄγγιξες 
μὲ τὸ ἄφατο ἄγιγμά Σου, 
αὐτὸς ἐξακολουθεῖ νὰ ζεῖ 
καθόλου γιὰ τὸν ἑαυτό του
καὶ ὄχι γιὰ Σένα τὸν Ὑπερούσιο, 
τὴ ζωοποιὸ ζωὴ καὶ πηγὴ ὅλων ἀνεξαιρέτως 
τῶν ἀγαθοτήτων καὶ καλλονῶν.


Ὅσιος Κάλλιστος Ἀγγελικούδης 

Πηγή: Φιλοκαλία, Νεοελληνικὴ ἀπόδοση: Ἀντώνιος Γ. Γαλίτης,  «Τὸ Περιβόλι τῆς Παναγίας», Τόμος Ε΄, σελ. 139. 

Πέμπτη 7 Ιανουαρίου 2016

Προσευχή στόν Ἅγιο Ἰωάννη τόν Πρόδρομο καὶ Βαπτιστή


Τίμιε Πρόδρομε, φωνή σύ πού ὑπήρξες ἡ φωνή τοῦ Λόγου. Δός μας τήν αὐγή ἐσύ πού εἶσαι τό λυχνάρι τοῦ θεϊκοῦ φωτός. Βάλε σήμερα τά λόγια μας σέ σωστό δρόμο, ἐσύ πού ὑπήρξες ὁ Πρόδρομος τοῦ Θεοῦ Λόγου. 

Δέν θέλουμε νά σέ ἐγκωμιάσουμε μέ τά δικά μας λόγια, ἐπειδή τά λόγια μας δέν ἔχουν μεγαλοπρέπεια καί τιμή. Ὅσοι θά θελήσουν νά σέ στεφανώσουν μέ τά ἐγκώμιά τους, ἀσφαλώς θά πετύχουν κάτι πολύ πιό μικρό ἀπό τήν ἀξία σου. 

Λοιπόν νά σιγήσω καί νά μή προσπαθήσω νά διακηρύξω τήν εὐγνωμοσύνη μου καί τόν θαυμασμό μου, ἐπειδή ὑπάρχει ὁ κίνδυνος νά μή πετύχω ἕνα ἐγκώμιο, ἄξιο τοῦ προσώπου σου;

Ἐκεῖνος ὅμως πού θά σιωπήσει, πηγαίνει μέ τή μερίδα τῶν ἀχαρίστων, γιατί δέν προσπαθεῖ μέ ὅλη του τή δύναμη νά ἐγκωμιάσει τόν εὐεργέτη του. 


Γι’ αὐτό, ὅλο καί πιό πολύ σοῦ ζητᾶμε νά συμμαχήσεις μαζί μας καί σέ παρακαλοῦμε νά ἐλευθερώσεις τή γλώσσα μας ἀπό τήν ἀδυναμία, πού τήν κρατάει δεμένη, ὅπως καί τότε κατάργησες, μέ τή σύλληψη καί γέννησή σου, τή σιωπή τοῦ πατέρα σου, τοῦ Ζαχαρία.

Ἅγιος Σωφρόνιος Ἱεροσολύμων


Πηγή: http://agiosioannisprodromos.blogspot.gr

Παρασκευή 1 Ιανουαρίου 2016

Εὐχή Μεγάλου Βασιλείου


Χρόνια σας πολλά & θεάρεστα!

Ὁ Θεός ὁ αἰώνιος, τό ἄναρχον φῶς καί ἀΐδιον, 

ὁ  δημιουργός πάσης κτίσεως,
 
ἡ τοῦ ἐλέους πηγή, τό τῆς ἀγαθότητος πέλαγος καί 

τῆς φιλανθρωπίας ἀνεξιχνίαστος ἄβυσσος,

ἐπίφανον ἐφ' ἡμᾶς τό φῶς τοῦ προσώπου σου, Κύριε.

Λάμψον ἐν ταῖς καρδίαις ἡμῶν, νοητέ ἥλιε τῆς δικαιοσύνης, καί

τῆς σῆς εὐφροσύνης τάς ψυχάς ἡμῶν πλήρωσον· καί 

δίδαξον ἡμᾶς τά σά μελετᾶν ἀεί καί φθέγγεσθαι κρίματα, καί

ἐξομολογεῖσθαί σοι διηνεκῶς τῷ ἡμετέρῳ εὐεργέτῃ καί πρυτάνει.

Τά τῶν χειρῶν ἡμῶν ἔργα πρός τό σόν κατεύθυνον θέλημα καί 

πράττειν ἡμᾶς τά σοί εὐάρεστα καί φίλα εὐόδωσον· 

ἵνα καί διά τῶν ἀναξίων ἡμῶν δοξάζηταί σοι τό πανάγιον ὄνομα,

τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, 

τῆς μιᾶς θεότητός τε καί βασιλείας,    

ᾗ πρέπει πᾶσα δόξα τιμή καί προσκύνησις εἰς τούς αἰῶνας. 

Ἀμήν.
 
Μέγας Βασίλειος 
 
Πηγή: Μέγα Προσευχητάριον Α. Σιμωνώφ, σελ. 187 & xarakyriou.blogspot.gr

Τρίτη 1 Δεκεμβρίου 2015

Καλό σας Δεκέμβριο!


Κύριε τοῦ οὐρανοῦ καί τῆς γῆς, 

Σὲ εὐχαριστοῦμεν διότι ἔδειξες 

τόσην ἀγάπην πρὸς ἡμᾶς, 

ὥστε νὰ μᾶς πλάσης κατ᾿ εἰκόνα Σου. 

Σὲ παρακαλοῦμεν ἀξίωσέ μας

 νὰ ὁμοιάσωμεν πρὸς Σὲ κατὰ τὴν ἀρετή 

καὶ νὰ φανῶμεν ἄξιοι τῆς ἀγάπης Σου. 

Ἀμήν.   

Πηγή: Προσευχαὶ τῶν παιδιῶν, «Ὁ Σωτήρ», σελ.59. 

Παρασκευή 27 Νοεμβρίου 2015

Χάρισέ μας τὴν ἀρετὴ


   ΘΕΕ ΜΟΥ, πού τὰ βλέπεις ὅλα καὶ τὰ ξέρεις ὅλα καὶ εἶσαι ὁ Κύριος τῶν ψυχῶν καὶ τῶν σωμάτων, 

Σὺ πού, μὲ τὴ χάρη τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μᾶς ἔκανες ἀγαπημένο λαό Σου, 

δῶσε σὲ κάθε ψυχὴ ποὺ ἐπικαλεῖται τὸ ἅγιο καὶ μεγαλοπρεπὲς Ὄνομά Σου 

πίστη, φόβο Θεοῦ, εἰρήνη, ὑπομονή, μακροθυμία, ἐγκράτεια, 

γιὰ νά ᾿σαι εὐχαριστημένος μαζί μας διὰ τοῦ Ἀρχιερέως καὶ προστάτου μᾶς Ἰησοῦ Χριστοῦ, 

διὰ τοῦ ὁποίου δοξάζεσαι καὶ μεγαλύνεσαι καὶ τιμᾶσαι τώρα καὶ πάντοτε καὶ στοὺς αἰῶνες τῶν αἰώνων. Ἁμήν. 

Ἅγιος Κλήμης Ἐπίσκοπος Ρώμης  

Πηγή: Ἁγιοπατερικό Προσευχητάριο, «Ζύμη», σελ. 60.  

Τετάρτη 21 Οκτωβρίου 2015

Χριστέ, τὸ φῶς τὸ ἀληθινόν

Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, 

τὸ φωτίζον καὶ ἁγιάζον πᾶν ἄνθρωπον, 

ἐρχόμενον εἰς τὸν κόσμον, 

σημειωθήτω ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, 

ἴνα ἐν αὐτῷ ὀψώμεθα φῶς ἀπρόσιτον· 

καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν, 

πρὸς ἐργασίαν τῶν ἐντολῶν σου· 

πρεσβείαις τῆς παναχράντου σου Μητρὸς 

καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν. 

Πηγή: Μέγα Ὠρολόγιον, «Ἀποστολικὴ Διακονία τῆς Ἐκκλησίας τῆς Ἑλλάδος», σελ. 95.

Παρασκευή 2 Οκτωβρίου 2015

Προσευχὴ πρὶν καὶ μετὰ τοῦ δείπνου

 

Πρό τοῦ δείπνου

Φάγονται πένητες καὶ ἐμπλησθήσονται· καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον (γ´).

Χριστὲ ὁ Θεός, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων σου, ὅτι Ἅγιος εἶ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ τὸ δεῖπνον

Εὔφρανας ἡμᾶς, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἠγαλλιασάμεθα. 

Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· ἔδωκας εὐφροσύνην εἰς τὰς καρδίας ἡμῶν. 

Ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐνεπλήσθημεν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθησόμεθα καὶ ὑπνώσομεν· ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισας ἡμᾶς. Ἀμήν.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

* * *
(Ἐν ἡμέραις νηστείας, μετὰ τὸ δεῖπνον ἀντί «Εὔφρανας ἡμᾶς...» λέγομεν τὴν Εὐχαριστίαν τοῦ μεσημβρινοῦ γεύματος «Εὐχαριστοῦμέν σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων σου ἀγαθῶν· μὴ στερήσῃς ἡμᾶς καὶ τῆς ἐπουρανίου σου βασιλείας· ἀλλ᾿ ὡς ἐν μέσῳ τῶν Μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ᾿ ἡμῶν, καὶ σῶσον ἡμᾶς.»
Εἰς το τέλος ἑκάστης εὐχῆς λέγομεν «Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.»)

 Πηγή: orthodoxfathers.com

Πέμπτη 1 Οκτωβρίου 2015

Καλό σας μήνα!



Kύριε, 
δῶσε μου τήν ἁγία ταπείνωσή Σου, 
γιά νά κατασκηνώσει μέσα μου  
ἡ θεία Σου ἀγάπη 
καί νά ζήσει μέσα μου 
ὁ ἀγαθός φόβος Σου. 

 Ὅσιος Σιλουανός ὁ Ἀθωνίτης

Τετάρτη 30 Σεπτεμβρίου 2015

Προσευχὴ πρὶν καὶ μετὰ τὸ γεῦμα


Πρὶν τὸ γεῦμα

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον (γ´).

Χριστὲ ὁ Θεός, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων σου, ὅτι Ἅγιος εἶ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχαριστία μετὰ τὸ γεῦμα.

Εὐχαριστοῦμέν σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων σου ἀγαθῶν· μὴ στερήσῃς ἡμᾶς καὶ τῆς ἐπουρανίου σου βασιλείας· ἀλλ᾿ ὡς ἐν μέσῳ τῶν Μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ᾿ ἡμῶν, καὶ σῶσον ἡμᾶς.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τετάρτη 16 Σεπτεμβρίου 2015

Προσευχὴ κατὰ τὴν παρασκευὴν τοῦ προσφόρου



(Λέγεται τὴν ὥρα τῆς προετοιμασίας
διὰ τὴν ζύμωσιν τῆς προσφορᾶς)

Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ´)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

ΕΥΧΗ

Κύριε Σὲ εὐχαριστῶ γι᾿ αὐτὴν τὴν ἅγια ὥρα, ποὺ μὲ τὰ ἁμαρτωλά μου χέρια μὲ ἀξιώνεις νὰ ζυμώνω τὰ Πανάχραντα Δῶρα τῆς ἀγάπης Σου. 

Σὲ παρακαλῶ κατάπεμψε τὸ Πανάγιό Σου Πνεῦμα ποὺ εὐλογεῖ ὅλα τὰ Μυστήρια τῆς Ἐκκλησίας, νὰ εὐλογήσει καὶ τοῦτα τὰ Δῶρα γιὰ νὰ γίνουν καλὰ καὶ εὐπρόσδεκτα στὸ Ἅγιό Σου θυσιαστήριο. 

Καὶ σὲ παρακαλῶ νὰ τὰ δεχθῇς ὅπως ἐδέχθης τὴ θυσία τοῦ Ἄβελ, τὴ δοξολογία τῶν Ποιμένων, τὰ δῶρα τῶν Μάγων, τὰ δάκρυα τοῦ Πέτρου, καὶ τοῦ Ληστοῦ τὴν μετάνοιαν. Καὶ ἂς μὲ ἀξιώνεις νὰ σοῦ τὰ προσφέρω πάντοτε εὐσυνείδητα. Ἀμήν.

Δι᾿ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

Δευτέρα 17 Αυγούστου 2015

Εὐχὴ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον



Θεοτόκε Παρθένε,
εὐλογημένη Μαρία κεχαριτωμένη,
Δέσποινα τοῦ οὐρανοῦ καί τῆς γῆς,
εὐλο­γημένος ὁ καρπός τῆς κοιλίας σου,
ὅτι σωτῆρα ἔτεκες,
τόν μονογενῆν Υἱὀν τοῦ Θεοῦ
καί Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
 
Τῶν Ἀποστόλων, λαμπρότης,
τῶν προφητῶν σύναξις,
τῶν μαρτύρων ἐκκλησία,
τῶν χριστιανῶν τό καταφύγιον,
σκέπασόν με, Παρθένε Μαρία,
ὑπό τήν προστασίαν τῶν Ἀγγέλων
καί ὑπό τήν σκέπην τῶν πτερύγων σου,
καί βοήθησόν με τόν δοῦλον σου
ἀπό πάντα πειρασμόν,
ὁπού μέλλει νά μοῦ ἔλθῃ
καί μή μέ ἀπορρίψῃς, ὦ Παρθένε Μαρία,
βοήθησόν με, Κυρία τοῦ Κόσμου,
τήν ἡμέραν τῆς κρίσεως,
ὅπως ἔλθη ἡ ταπεινή μου ψυχή
μέσα εἰς τόν Παράδεισον
ἔμπροσθεν εἰς τόν ἀδέκαστον θρόνον τοῦ Υἱοῦ σου,
ὅταν ἔλθῃ νά κρίνῃ τόν κόσμον
ἐν τῇ δευτέρᾳ ἡμέρᾳ τῆς φρικτῆς Αὐτοῦ Παρουσίας
καί νά ἀκούσω
τό «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου
κληρονομήσατε τήν ἡτοιμασμένην μου βασιλείαν».
 
Ναί, Δέσποινα τοῦ Κόσμου,
δώρησόν μοι τῷ ταπεινῷ δούλῳ σου τό ζητούμενον,
ἵνα εὐχαρίστως δοξάζω τό ὄνομα τοῦ Πατρός
καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος,
νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αιώνων
Ἀμήν.

Πηγή:  http://users.sch.gr/aiasgr/Theotokos_Maria/Ymnoi/Proseuxes_sthn_Panagia.htm

Σάββατο 1 Αυγούστου 2015

Καλὸ μήνα καὶ καλὸ δεκαπενταύγουστο!


Αὔγουστος ὁ μῆνας τῆς Παναγίας μας

   Δεκαπενταύγουστος! Καὶ ἡ σκέψη καί ἡ καρδιά ὅλων εἶναι στραμμένη στό πρόσωπο τῆς Ὑπεραγίας Θεοτόκου. Προστρέχουμε τίς μέρες αὐτές, περισσότερο ἀπό κάθε ἄλλη περίοδο τοῦ χρόνου, στήν στοργική Μητέρα ὅλων μας, πού, μέ τίς μεσιτεῖες στόν Υἱό της καί Θεό μας, ἀνακουφίζει τούς πονεμένους, παρηγορεῖ τίς καρδιές τῶν κατατρεγμένων, προστατεύει τούς ἀδύναμους, ἰατρεύει τούς ἀσθενεῖς, συντρέχει τίς χῆρες καί τά ὀρφανά, σκέπει τόν φιλόχριστο στρατό.

   Ἰδιαίτερα στίς δύσκολες αὐτές ἡμέρες πού περνάει ὸ τόπος μας, ἄς προστρέξουμε ὅλοι στούς Ἱερούς Ναούς κατά τήν τέλεση τῶν Παρακλητικῶν Κανόνων καί ἄς ἐνώσουμε τίς προσευχές μας, παρακαλώντας τήν Παναγία μας νά προστατεύσει καί νά σώσει τήν Ἑλλάδα, ὅπως τόσες φορές ἔπραξε στό παρελθόν. 

   «Εἰς Σέ μόνην ἐλπίζω καί θαρρῶ καί καυχῶμαι καί προστρέχω τῇ σκέπῃ σου, σῶσον με!».

Πηγή: Ὀ.Χ. Περιοδικό Ἁγία Λυδία, Τεῦχος 509, «Ο.Χ.Α Λυδία», σελ. 241.