Τετάρτη 7 Μαΐου 2014

Ὁ Κύριος ἐπιβραβεύει τὸν Ἰὼβ γιὰ τὴν ὑπομονή του

12 ὁ δὲ Κύριος εὐλόγησε τὰ ἔσχατα ᾿Ιὼβ ἢ τὰ ἔμπροσθεν· ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι. 

 

13 γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς· 

 

14 καὶ ἐκάλεσε τὴν μὲν πρώτην ῾Ημέραν, τὴν δὲ δευτέραν Κασίαν, τὴν δὲ τρίτην ᾿Αμαλθαίας κέρας. 

 

15 καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας ᾿Ιὼβ βελτίους αὐτῶν ἐν τῇ ὑπ᾿ οὐρανόν· ἔδωκε δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς. 

 

16 ἔζησε δὲ ᾿Ιὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησε διακόσια τεσσαράκοντα· καὶ εἶδεν ᾿Ιὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ, τετάρτην γενεάν. 

Πηγή: myriobiblos.gr

Ἑρμηνεία Π.Ν. Τρεμπέλα

12 Ὁ δὲ Κύριος ηὐλόγησε τὰ ἔσχατα ἔτη τοῦ Ἰὼβ περισσότερον παρ' ὅσον τὰ πρῶτα ἔτη του, τὰ προηγηθέντα ἀπὸ τὴν δοκιμασίαν του. Ἦσαν δὲ τώρα τὰ κτήνη του πρόβατα δέκα τέσσαρες χιλιάδες, κάμηλοι ἓξ χιλιάδες, ζεύγη βοδιῶν χίλια, ὄνοι θηλυκαὶ κοπάδια χίλια. 

 

13 Ἐγεννήθησαν δὲ εἰς αυτὸν ἑπτὰ υἱοὶ καὶ τρεῖς θυγατέρες. 

 

14 Καὶ ἐκάλεσε τὴν μὲν πρώτην Ἡμέραν, ἐπειδὴ τοῦ ἔφερε τὴν χαρὰν ὕστερα ἀπὸ τὴν μακρὰν νύκτα τῆς δυστυχίας του· τὴν δὲ δευτέραν ἐκάλεσε Κασίαν, ὡς προκαλοῦσαν εὐάρεστον αἴσθημα, καθὼς καὶ τὸ ἀρωματῶδες τοῦτο φυτόν· τὴν τρίτην δὲ ἐκάλεσεν Ἀμαλθείας κέρας, ὡς συνοδευθεῖσαν ὑπὸ ἀφθονίας ἀγαθῶν.

 

15 Καὶ δὲν εὑρέθησαν σὰν τὰς θυγατέρας τοῦ Ἰὼβ καλύτεραι καὶ ὡραιότεραι  εἰς ὅλην τὴν ὑπὸ τὸν οὐρανόν ἐκτεινομένην γῆν. Ἀπέκτησε δὲ τόσον πολλὰ ὁ Ἰώβ, ὥστε καὶ εἰς αὐτὰς κληρονομίαν μεταξύ τῶν ἀδελφῶν των. 


16 Ἔζησε δὲ ὁ Ἰὼβ μετὰ τὴν πληγὴν τῆς ἀσθενείας του ἔτη ἑκτατὸν ἑβδομήκοντα, ὅλα δὲ τὰ ἔτη, ποὺ ἔζησεν ὁ Ἰώβ, ὑπῆρξαν διακόσια τεσσαράκοντα· καὶ εἶδεν ὁ Ἰὼβ τοὺς υἱούς του καὶ τοὺς υἱοὺς τῶν υἱῶν του μέχρι τῆς τετάρτης γενεᾶς. 

 Ἰὼβ

κεφ. μβ' 12-16

Πηγή: Παλαιὰ Διαθήκη, Ὁ Σωτήρ, Τόμος 11ος, σελ. 446.

Δεν υπάρχουν σχόλια: