Ὡς τῆς ἀνδρείας ἀκαθαίρετος πύργος,
τὰς τοῦ Βελίαρ ἀπεκρούσω ἐφόδους,
καὶ ἀκλινὴς διέμεινας σοφὲ ἐν πειρασμοῖς·
ὅθεν χαρακτῆρα σε, ἀρραγοῦς καρτερίας,
καὶ λαμπρὸν ὑπόδειγμα, ἀρετῶν οὐρανίων,
ἡ Ἐκκλησία μέλπει σε Ἰώβ, λαμπρυνομένη,
τοῖς σοῖς προτερήμασι.
Κοντάκιον. Ἦχος πλ. δ'. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ὡς ἀληθὴς καὶ δίκαιος, θεοσεβὴς καὶ ἄμεμπτος,
ἡγιασμένος τε ὤφθης πανένδοξε, Θεοῦ θεράπον γνήσιε,
καὶ ἐδίδαξας κόσμον, ἐν τῇ σῇ καρτερίᾳ Ἰώβ πολύαθλε·
ὅθεν πάντες τιμῶντες, ὑμνοῦμεν σου τὸ μνημόσυνον.
Μεγαλυνάριον.
Τύπος ἐκπαιδεύων πρὸς ἀρετήν,
ἐν παντὶ τῷ βίῳ, σὺ ὑπάρχεις Πάτερ Ἰωβ·
ἐν γὰρ ἀπορίᾳ, καὶ πλούτου δαψιλείᾳ,
θεράπων ἀνεδείχθης, τοῦ Λόγου δόκιμος.
Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 312-313.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου