Ἐν τῷ ναῷ προσηνὲχθης τὰ εἰθισμένα πληρῶν,
ὁ Ποιητὴς καὶ Δεσπότης καὶ ὁ τοῦ νόμου δοτήρ,
καὶ ἀγκάλαις Συμεὼν εὐδοκίᾳ τῇ σῇ,
βασταχθῆναι ἐν σαρκί, ὁ τοῖς πᾶσι φοβερός,
καὶ πᾶσαν κτίσιν συνέχων,
ἠνέσχου μόνε Οἰκτίρμον,
τὸ φῶς πᾶσιν ἀποκαλύψας ἡμῖν.
Ἦχος πλ. β'. Τριήμερος ἀνέστης Χριστέ.
Ὑποδέξαι φησὶ Συμεών, τὸν Κτίστην τῶν ἀπάντων χερσίν·
ὦ Πρεσβύτα, ἀγκαλίζου τὸν Χριστόν, ὃν ἡ Παρθένος Κόρη,
ἐγέννησεν ἀσπόρως, εἰς ἀγαλλίασιν τοῦ γένους ἡμῶν.
Νῦν ἀπολύεις τὸν δοῦλόν σου.
Τοῦ νόμου Ποιητὴν καὶ Θεόν, ὃν φρίττουσιν Ἀγγέλων πληθύς,
συνελθόντες, ἀνυμνήσωμεν λαοί, τὸν μόνον εὐεργέτην,
καὶ νόμου Νομοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Δόξα, καὶ νῦν. Ἦχος β'.
Τὸν Ἱερὸν ἡ ἱερὰ Παρθένος προσεκόμισεν ἐν Ἱερῷ τῷ Ἱερεῖ·
ἀπλῶσας δὲ ἀγκάλας ὁ Συμεών,
ἐδέξατο τοῦτον ἀγαλλόμενος, καὶ ἐβόησε·
Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα,
κατὰ τὸ ρῆμά σου ἐν εἰρήνῃ Κύριε.
Πηγή: Μηναῖον Φεβρουαρίου, σελ. 41,46 & 47.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου