Ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδε
τί τό φρόνημα τοῦ Πνεύματος,
ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.
Οἵδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν
πάντα συνεργεῖ εἰς ἀγαθόν,
τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν·
ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους
τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι
αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς·
οὓς δὲ καὶ προώρισε, τούτους καὶ ἐκάλεσε,
καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν,
οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε.
Τί οὖν ἐροῦμεν πρός ταῦτα;
εἰ ὁ Θεός ὑπὲρ ἡμῶν, τίς καθ`ἡμῶν;
Ἀπόστολος Παῦλος
Ρωμ. η' 27-31
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου