Ἦχος β' . Θεοφάνους.
Τὸ ἀπ' αἰῶνος μυστήριον, ἀνακαλύπτεται σήμερον,
καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς ἀνθρώπου γίνεται,
ἵνα τοῦ χείρονος μεταλαβών, μεταδῷ μοι τοῦ βελτίονος.
Ἐψεύσθη πάλαι Ἀδάμ, καὶ Θεὸς ἐπιθυμήσας οὐ γέγονεν·
ἄνθρωπος γίνεται Θεός, ἵνα Θεόν τὸν Ἀδάμ ἀπεργάσηται.
Εὐφραινέσθω ἡ κτίσις, χορευέτω ἡ φύσις,
ὅτι Ἀρχάγγελος Παρθένῳ, μετὰ δέους παρίσταται,
καὶ τὸ Χαῖρε κομίζει, τῆς λύπης ἀντίθετον.
ὅτι Ἀρχάγγελος Παρθένῳ, μετὰ δέους παρίσταται,
καὶ τὸ Χαῖρε κομίζει, τῆς λύπης ἀντίθετον.
Ὁ διὰ σπλάχνα ἐλέους ἐνανθρωπήσας,
Θεός ἡμῶν δόξα σοι.
Ὕμνος ἐορτῆς
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου