Παρασκευή 22 Ιανουαρίου 2016

Πρὸς τιμὴν τῶν Ἁγίων Ἀποστόλου & Ἱερομάρτυρος Τιμοθέου & τοῦ Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου



Ἀπολυτίκιον. Ἦχος δ’.
Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, 
ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος,
 ἤντλησας ἐκ τοῦ σκεύους τῆς ἐκλογῆς τὰ ἀπόρρητα·
 καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας,
 Ἱερομάρτυς Ἀπόστολε Τιμόθεε. 
Πρέσβευε Χριστῷ τῷ Θεῷ, 
σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἕτερον Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.  
Τέκνον γνήσιον, τοῦ Παύλου ὤφθης, 
ὡς παρίστησι, καὶ συνεργάτης, 
ἀγαπητὸς κατὰ πάντα Τιμόθεε· 
καὶ διαπρέψας τῷ λόγῳ τῆς χάριτος, 
ἀθλητικῶς ἐδοξάσθης Ἀπόστολε. 
Ὅθεν πρέσβευε, Κυρίῳ τῷ σὲ δοξάσαντι,
 δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


Κοντάκιον. Ἦχος α’. Χορὸς Ἀγγελικός.
Τιμόθεον πιστοί, τὸν συνέκδημον Παύλου, 
καὶ θεῖον μαθητήν, καὶ πιστὸν συνεργάτην, 
ἐνθέως τιμήσωμεν, πρὸς αὐτὸν ἀνακράζοντες· 
Ἀεὶ πρέσβευε, τῷ Βασιλεῖ τῶν ἁπάντων, 
δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσιν, 
ὡς θεῖος Ἀπόστολος.

Ἕτερον Κοντάκιον Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Τὸν θεῖον Μαθητήν, καὶ συνέκδημον Παύλου,
 Τιμόθεον πιστοί, εὐφημήσωμεν ὕμνοις, 
σὺν τούτῳ γεραίροντες, τὸν σοφὸν Ἀναστάσιον, 
τὸν ἐκλάμψαντα, ἐκ τῆς Περσίδος ὡς ἄστρον, 
καὶ ἐλαύνοντα, τὰ ψυχικὰ ἡμῶν πάθη, 
καὶ νόσους τοῦ σώματος.


Μεγαλυνάριον.
Χερσὶ ταῖς τοῦ Παύλου ὁλοσχερῶς, 
Χριστῷ ἀνετέθης, τῷ τῶν ὅλων δημιουργῷ, 
καὶ τῆς ἐν Ἐφέσῳ, Ἁγίας Ἐκκλησίας, 
ποιμὴν σοφὸς ἐδείχθης, μάκαρ Τιμόθεε.
 
Ἕτερον Μεγαλυνάριον 
  Παύλου ἐχρημάτισας Μαθητής, 
Τιμόθεε μάκαρ, ὡς Ἀπόστολος εὐκλεής· 
θείων δὲ χαρίτων, ἐπλήσθης ἐναθλήσας, 
Χριστοῦ Ὁσιομάρτυς, ὦ Ἀναστάσιε.

Πηγή: synaxarion.gr

Δεν υπάρχουν σχόλια: