Πέμπτη 30 Ιανουαρίου 2014

Πρὸς τιμὴν τῶν Ἁγίων Τριῶν Ὶεραρχῶν

Οἱ Τρεῖς Μέγιστοι Φωστῆρες τῆς Οἰκουμένης

Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν. 
Χαίροις Ἱεραρχῶν ἡ Τριάς, 
τῆς Ἐκκλησίας τὰ μεγάλα προπύργια, 
οἱ στῦλοι τῆς ἐυσεβείας, ὁ τῶν πιστῶν ἑδρασμός,
τῶν αἱρετιζόντων ἡ κατάπτωσις· 
Χριστοῦ οἱ ποιμάναντες, τόν λαόν θείοις δόγμασι, 
καὶ ταῖς ποικίλαις, ἀρεταῖς οἱ ἐκθρέψαντες·
οἱ τῆς χάριτος, διαπρύσιοι κήρυκες·
νόμους οἱ προεκθέμενοι, Χριστοῦ τῷ πληρώματι·
οἱ ὁδηγοὶ πρὸς τὰ ἄνω· τοῦ Παραδείσου αἱ εἴσοδοι· 
Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε, 
τὸ μέγα ἔλεος.


Στίχ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ.
Χαίροις Ἱεραρχῶν ἡ Τριάς, 
οὐρανοβάμονες ἐπίγειοι Ἄγγελοι· 
τοῦ κόσμου ἡ σωτηρία· ἡ τῶν ἀνθρώπων χαρά, 
καὶ τῆς οἰκουμένης οἱ διδάσκαλοι· 
τοῦ Λόγου οἱ πρόμαχοι· ἰατροὶ ἐπιστήμονες, 
τῶν νοσημάτων, τῆς ψυχῆς καὶ τοῦ σώματος· 
οἱ ἀείροοι, ποταμοὶ οἱ τοῦ Πνεύματος·
λόγοις οἱ καταρδεύσαντες, τῆς γῆς ἅπαν πρόσωπον·
οἱ Θεολόγοι, αἱ Βάσεις, οἱ χρυσολόγοι οἱ ἔνθεοι.
Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε, 
τὸ μέγα ἔλεος.


Στίχ. Οἱ Ὶερεῖς σου Κύριε ἐνδύσονται.
Χαίροις Ἱεραρχῶν ἡ Τριάς, 
τοῦ ἐπιγείου στερεώματος Ἥλιος·
ἀκτῖνες καὶ δᾳδουχίαι, ἐκ τρισηλίου αὐγῆς·
τῶν ἐσκοτισμένων ἡ ἀνάβλεψις· 
τὰ ἄνθη τὰ εὔοσμα, Παραδείσου τὰ κάλλιστα·
ὁ Θεολόγος, ὁ σοφός τε Βασίλειος, 
ὁ Χρυσόστομος, τὰ πυξία τοῦ Πνεύματος.
Πλάκες αἱ θεοχάρακτοι· μαζοὶ οἱ ἐκβλύζοντες, 
τῆς σωτηρίας τὸ γάλα· τὸ τῆς σοφίας ἀγλάϊσμα.
Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, 
τὸ μέγα ἔλεος.

Νείλου τοῦ Ξανθοπούλου.  
 Πηγή: Μηναῖον Ἰανουαρίου, σελ. 439-440.

Δεν υπάρχουν σχόλια: