Ἡ γεννέθλιος ἡμέρα τῆς Ὀρθοδόξου Χριστιανικῆς Ἐκκλησίας μας! |
Ἀπολυτίκιον. Ἦχος πλ. δ΄.
Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν,
ὁ πανσόφους, τοὺς ἀλιεῖς ἀναδείξας,
καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον,
καὶ δι΄ αὐτῶν, τὴν οἰκουμένην σαγηνεύσας,
Φιλάνθρωπε δόξα σοι.
Κοντάκιον. Ἦχος ὁ αὐτός.
Ὄτε καταβὰς τὰς γλώσσας συνέχεε,
διεμέριζεν ἔθνη ὁ Ὕψιστος·
ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν,
εἰς ἑνότητα πάντας ἐκάλεσε·
καὶ συμφώνως δοξάζωμεν τὸ Πανάγιον Πνεῦμα.
Μεγαλυνάριον.
Ἐν πυρίναις γλώσσαις τοῖς Μαθηταῖς,
ἐν τῷ ὑπερῴῳ, ὡς ὑπέσχου ἐκ τοῦ Πατρός,
ἔπεμψας Σωτήρ μου, τὸ συμφυές σου Πνεῦμα,
καὶ τούτους τῆς σῆς δόξης, ῥήτορας ἔδειξας.
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 468-469.
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 468-469.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου