Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ
Θεὸς ἡμῶν,
χαροποιήσας τοὺς Μαθητάς,
τῇ ἐπαγγελίᾳ τοῦ Ἁγίου Πνεύματος,
βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας,
ὅτι σὺ εἰ ὁ Υἱός τοῦ Θεοῦ,
ὁ Λυτρωτὴς
τοῦ κόσμου.
Κοντάκιον Ἦχος
πλ. δ΄.
Τὴν ὑπὲρ ἡμῶν, πληρώσας
οἰκονομίαν,
καὶ τὰ ἐπὶ γῆς, ἑνώσας
τοῖς οὐρανίοις,
ἀνελήφθης ἐν δόξῃ,
Χριστὲ ὁ Θεὸς ἡμῶν,
οὐδαμόθεν
χωριζόμενος,
ἀλλὰ μένων ἀδιάστατος,
καὶ βοῶν τοῖς ἀγαπῶσί σε·
Ἐγώ εἰμι
μεθ’ ὑμῶν, καὶ οὐδεὶς καθ’ ὑμῶν.
Μεγαλυνάριον
Ἐκ τοῦ ὄρους Σῶτερ τῶν Ἐλαιῶν,
σαρκὶ ἀνελήφθης, καθορώντων τῶν Μαθητῶν·
ὅθεν σου τὴν θείαν, Ἀνάληψιν ὑμνοῦμεν,
δι᾿ ἧς ἡμᾶς πρὸς δόξαν, ὕψωσας ἄρρητον.
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 466.
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 466.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου