Δευτέρα 2 Ιουνίου 2014

Πρὸς τιμὴν τῶν Ἁγίων 318 Θεοφόρων Πατέρων

Α' Οἰκουμενικὴ Σύνοδος, ἡ ἐν Νίκαιᾳ 325 μ.Χ.

Δόξα. Ἦχος γ'. 

Ἀποστολικῶν παραδόσεων, 
ἀκριβεῖς φύλακες γεγόνατε, ἅγιοι Πατέρες· 
τῆς γὰρ ἁγίας Τριάδος τὸ ὁμοούσιον, 
ὀρθοδόξως δογματίσαντες, 
Ἀρείου τὸ βλάσφημον, συνοδικῶς κατεβάλετε· 
μεθ' ὃν καὶ Μακεδόνιον, πνευματομάχον ἀπελέγξαντες, 
κατεκρίνατε Νεστόριον, Εὐτυχέα, καὶ Διόσκορον, 
Σαβέλλιόν τε, Σεβῆρον τὸν ἀκέφαλον· 
ὧν τῆς πλάνης αἰτήσασθε ρυσθέντας ἡμᾶς, 
ἀκηλίδωτον ἡμῶν τὸν βίον, ἐν τῇ πίστει φυλάττεσθαι, 
δεόμεθα.


Καὶ νῦν. Ἦχος πλ. β'.

Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, 
Κύριος ἐν φωνῇ σάλπιγγος, 
τοῦ ἀνυψῶσαι τὴν πεσοῦσαν εἰκόνα τοῦ Ἀδάμ, 
καὶ ἀποστεῖλαι Πνεῦμα Παράκλητον, 
τοῦ ἁγιάσαι τὰς ψυχὰς ἡμῶν. 


Ἀπολυτίκιον. Ἦχος πλ. δ '.

Ὑπερδεδοξασμένος εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, 
ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, 
καὶ δι' αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν πάντας ἡμᾶς ὁδηγήσας, 
πολυεύσπλαχνε δόξα σοι. 

Πηγή: Πεντηκοστάριον, «Φῶς», σελ. 202.

 

Δεν υπάρχουν σχόλια: