Προσόμοια γ'.
Ἦχος δ'. Ἔδωκας σημείωσιν.
Ἄθλησιν ὑπέμεινας,
τῇ σῇ παλαίστρᾳ κατάλληλον,
Φεβρωνία πανεύφημε,
ἱδρῶσιν ἀσκήσεως,
μαρτυρίου αἷμα, συγκερασαμένη·
ὅθεν καὶ στέφανον διπλοῦν,
ὁ εὐεργέτης σοι ἐχαρίσατο·
πρὸς ὃν καὶ ἀνελήλυθας,
πεποικιλμένη λαμπρότητι,
ὡς Παρθένος πανάμωμος,
καὶ ὡς Μάρτυς ἀήττητος.
Κάλλει τὸ τοῦ σώματος,
ἡ ὡραιότης ἡ ἔνθεος,
τῆς ψυχῆς σου συνέδραμεν·
ὡς κρίνον γὰρ ἔλλαμψας,
ἐν μοναῖς ὁσίαις,
ἐκλελευκασμένη,
καὶ ταῖς τοῦ αἵματος ροαῖς,
πεφοινιγμένη Νύμφη πανάμωμε·
διό σε καὶ οὐράνιος,
τερπνὸς ἐδέξατο θάλαμος,
καὶ παστὰς ἀκατάλυτος,
ὡς Παρθένον καὶ Μάρτυρα.
Κύκλῳ παρενέβαλε,
σοῦ Φεβρωνία πανεύφημε,
ὁ ρυόμενος Ἄγγελος·
ἐκ βρέφους γὰρ Κύριον,
φοβουμένη ὤφθης,
καὶ ἀνακείμενη,
ὥσπερ ἀνάθημα τερπνόν,
τετηρημένον τῷ παντοκράτορι·
ἐντεῦθεν κατεπάτησας,
τὴν τοῦ Σελήνου παράνοιαν,
καὶ στεφθεῖσα ἀνέδραμες,
πρὸς Χριστὸν τὸν νυμφίον σου.
Πηγή: Μηναῖον Ἰουνίου, «Φῶς», σελ. 166-167.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου