Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ἐν Λέσβῳ ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ,
αὐτὴν ἡγιάσατε, τῇ τῶν Λειψάνων ὑμῶν,
εὑρέσει μακάριοι. Ὅθεν ὑμᾶς τιμῶμεν,
Ῥαφαὴλ θεοφόρε, ἅμα σὺν Νικολάῳ,
καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας,
καὶ πρέσβεις πρὸς Κύριον.
Κοντάκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ ἐμφανῶς ὑπὲρ Χριστοῦ ἠθληκότες,
καὶ ὑπὸ γῆν χρόνοις πολλοῖς κεκρυμμένοι,
ξενοπρεπῶς ἡμῖν ἐφανερώθησαν,
Ῥαφαὴλ Νικόλαος, καὶ Εἰρήνη ἡ θεία,
καὶ οἱ συναθλήσαντες, μετ' αὐτῶν θεοφρόνως,
οὓς ὡς προστάτας καὶ θαυματουργούς,
Ὁσιομάρτυρας, πάντες τιμήσωμεν.
Μεγαλυνάριον.
Τοὺς Ὁσιομάρτυρας τοῦ Χριστοῦ,
Ῥαφαὴλ τὸν θεῖον, καὶ Νικόλαον τὸν σεπτόν,
ἅμα σὺν Εἰρήνῃ, τῆς Λέσβου τοὺς προστάτας,
ὡς πᾶσι βοηθοῦντας, ὕμνοις τιμήσωμεν.
Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 460.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου