Τετάρτη 12 Μαρτίου 2014

Ἔντευξις τοῦ αὐτοῦ εἰς Θεόν - Ἅγιος Συμεών ὁ Νέος Θεολόγος


Ἔντευξις τοῦ αὐτοῦ εἰς Θεόν· καὶ ὅπως Θεῷ συναπτόμενος καὶ δόξαν Θεοῦ ὁρῶν ἐν ἑαυτῷ ἐνεργοῦσαν ἐξεπλλήττετο

Πῶς σε ἐντός μου προσκυνῶ, πῶς δὲ μακρὰν σε βλέπω, 
πῶς ἐν ἐμοὶ κατανοῶ, ἐν οὐρανῷ δ' ὁρῶ σε; 
Σὺ μόνος οἶδας, ὁ ποιῶν ταῦτα καὶ λάμπων ὥσπερ
ἥλιος ἐν καρδίᾳ μου, τῇ ὑλικῇ, ἀΰλως. 
Ὁ διαυγάσας μοι τὸ φῶς τῆς δόξης σου, Θεέ μου, 
διὰ τοῦ ἀποστόλου σου καὶ μαθητοῦ καὶ δούλου, 
τοῦ παναγίου Συμεών, αὐτὸς καὶ νῦν μοι λάμψον
καὶ δίδαξον ἐν Πνεύματι ὕμνους ἐκείνῳ ᾆσαι, 
καινοὺς ὁμοῦ καὶ παλαιούς, θείους καὶ κεκρυμμένους, 
ἵν' ἐξ ἐμοῦ θαυμαστωθῇ ἡ γνῶσίς σου, Θεέ μου,
καὶ ἡ σοφία ἡ πολλὴ παραδειχθῇ μειζόνως· 
καὶ πάντες σε αἰνέσουσιν ἀκούσαντες, Χριστέ μου, 
ὅτι καιναῖς ἐγὼ λαλῶ γλώσσαις τῇ χάριτί σου.
Ἀμήν, γένοιτο, Κύριε, κατὰ τὸ θέλημά σου...

Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος 

Πηγή: Ὕμνοι Ἐπιστολαὶ Ἁγίου Συμεὼν τοῦ Νέου Θεολόγου, Ὀρθόδοξος Κυψέλη, Τόμος Γ', Στίχοι 1-14 ἐκ τῶν 42, (ἀπόσπασμα) σελ.59

Δεν υπάρχουν σχόλια: