Πέμπτη 15 Αυγούστου 2013

Ἡ Παναγία βοήθεια μας.

 
Ἡ Κοίμησις τῆς Ὑπεραγίας Θεοτόκου


Ἦχος β' . Ἰωάννου
Ἡ πανάμωμος νύμφη, καὶ Μήτηρ τῆς εὑδοκίας τοῦ Πατρός· 
ἡ Θεῷ προορισθεῖσα εἰς ἑαυτοῦ κατοίκησιν,
 τῆς ἀσυγχύτου ἑνώσεως, σήμερον τήν ἄχραντον ψυχήν, 
τῷ Ποιητῇ καὶ Θεῷ παρατίθεται· 
ἢν Ἀσωμάτων δυνάμεις, θεοπρεπῶς ὑποδέχονται·
 καὶ πρὸς ζωὴν μετατίθεται, ἡ ὄντως μήτηρ τῆς ζωῆς, 
ἡ λαμπὰς τοῦ ἀπροσίτου φωτός, 
ἡ σωτηρία τῶν πιστῶν, καὶ ἐλπὶς τῶν ψυχῶν ἡμῶν.


Εἰς τόν Στίχον Ἰδιόμελα. Ἦχος δ'.
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον ἁγνήν, 
ἐξ ἧς ἀρρήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, 
κράζοντες καί λέγοντες· Εὐλογημένη σὺ ἐν γυναιξί.
 Μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν. 
Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη,
 πρέσβευε ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Ὁ Εἱρμός.
Ἐξίσταντο Ἀγγέλων αἱ δυνάμεις, ἐν τῇ Σιὼν σκοπούμεναι, 
τὸν οἰκεῖον Δεσπότην, γυναικείαν ψυχὴν χειριζόμενον· 
τῇ γὰρ ἀχράντως τεκούσῃ, υἱοπρεπῶς προσεφῶνει·
 Δεῦρο Σεμνή, τῷ Υἱῷ καὶ Θεῷ συνδοξάσθητι.


Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὴν ζωὴν ἡ κυήσασα, πρὸς ζωὴν μεταβέβηκας, 
τῇ σεπτῇ Κοιμήσει σου τὴν ἀθάνατον,
 δορυφοροῦντων Ἀγγέλων σοι, Ἀρχῶν καὶ Δυνάμεων,
 Ἀποστόλων Προφητῶν, καὶ ἁπάσης τῆς κτίσεως, 
δεχομένου τε, ἀκηράτοις παλάμαις τοῦ Υἱοῦ σου, 
τὴν ἀμώμητον ψυχήν σου, Παρθενομῆτορ Θεόνυμφε. 


Ἀπολυτίκιον. Ἦχος α'.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας,
ἐν τῇ Κοιμήσει τόν κόσμον οὐ κατέλιπες Θεοτόκε.
Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς·
καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, 
ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.  

Ὕμνοι Μηναίου Αὐγούστου

Δεν υπάρχουν σχόλια: