Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Θεραπεύσας ἐνθέῳ ζήλῳ τὸν Κύριον,
ἀληθῶς ἀνεδείχθης θεράπων τούτου πιστός·
διὸ δέδοσαι ἡμῖν τοῖς τιμῶσί σε,
ἀκεσώδυνος πηγή, καὶ πολυχεύμων ποταμός,
θαυμάτων καὶ ἰαμάτων, Θεράπον Ἱερομάρτυς·
ὅθεν σε πάντες μακαρίζομεν.

Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ ἱερᾷ καὶ ζωηφόρῳ πηγῇ σου,
πεποικιλμένῃ ποικιλίᾳ θαυμάτων,
πάντες πιστοὶ προστρέχοντες πιστῶς καὶ εὐλαβῶς,
πλοῦτον ἀρυόμεθα, ἐξαισίων θαυμάτων,
καὶ φαιδρῶς γεραίρομεν, τοὺς σεπτούς σου ἀγῶνας,
οὓς περ ὑπέστης ὑπὲρ τοῦ Χριστοῦ,
Ἱερομάρτυς Θεράπον θαυμάσιε.

Μεγαλυνάριον.
Χαίροις ἱερέων ἔμπνους εἰκών,
Θεράπον παμμάκαρ, καὶ Μαρτύρων ὁ κοινωνός·
χαίροις ὁ πηγάζων, θαυμάτων θεῖα ῥεῖθρα,
σοφὲ Ἱερομάρτυς, τοῖς εὐφημοῦσί σε.
Πηγή: synaxarion.gr
Χαίροις ἱερέων ἔμπνους εἰκών,
Θεράπον παμμάκαρ, καὶ Μαρτύρων ὁ κοινωνός·
χαίροις ὁ πηγάζων, θαυμάτων θεῖα ῥεῖθρα,
σοφὲ Ἱερομάρτυς, τοῖς εὐφημοῦσί σε.
Πηγή: synaxarion.gr
1 σχόλιο:
Θα ηθελα να το εξηγησετε, ευχαριστω
Δημοσίευση σχολίου