Δευτέρα 2 Μαΐου 2016

Πρὸς τιμὴν τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου


Ἀπολυτίκιον. Ἦχος δ’.
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, 
καὶ τῶν πτωχῶν ὑπερασπιστής, 
ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, 
Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, 
πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
 Γεωργηθεὶς ὑπὸ Θεοῦ ἀνεδείχθης, 
τῆς εὐσεβείας γεωργὸς τιμιώτατος, 
τῶν ἀρετῶν τὰ δράγματα συλλέξας σεαυτῷ· 
σπείρας γὰρ ἐν δάκρυσιν, εὐφροσύνῃ θερίζεις·
 ἀθλήσας δὲ δι’ αἵματος, τὸν Χριστὸν ἐκομίσω· 
καὶ ταῖς πρεσβείαις Ἅγιε ταῖς σαῖς,
πᾶσι παρέχεις, πταισμάτων συγχώρησιν.


Μεγαλυνάριον.

Μέγας ἐν ἀθλήσει ἀναδειχθείς, 
ὡς τροπαιοφόρος, καὶ ἐν θαύμασιν εὐκλεής, 
μέγας ἀντιλήπτωρ, τῆς Ἐκκλησίας ὤφθης, 
Γεώργιε παμμάκαρ, Μαρτύρων καύχημα.

Πηγή: synaxarion.gr

Δεν υπάρχουν σχόλια: