Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν
καλλιπάρθενον, Χριστοῦ τιμήσωμεν,
τὴν ἀριστεύσασαν, πόνοις ἀθλήσεως,
καὶ ἀσθένειᾳ τῆς σαρκός, τὸν ὄφιν καταβαλοῦσαν·
πόθῳ γὰρ τοῦ Κτίσαντος,
τῶν βασάνων τὴν ἔφοδον,
παρ’ οὐδὲν ἡγήσατο, καὶ θεόθεν δεδόξασται·
πρὸς
ἣν ἀναβοήσωμεν πάντες·
χαίροις θεόφρον Γλυκερία.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τὴν παρθένον στέργουσα, καὶ Θεοτόκον Μαρίαν,
διετήρεις ἄφθορον, τὴν σεαυτῆς
παρθενίαν·
πόθῳ δέ, καρδιωθεῖσα τῷ τοῦ Κυρίου,
ἤθλησας, ἀνδρειοφρόνως
μέχρι θανάτου·
διὰ τοῦτο Γλυκερία, διπλῷ στεφάνῳ,
σὲ στέφει Χριστὸς ὁ
Θεός.
Μεγαλυνάριον.
Μύρον
πολυσύνθετον τῷ Χριστῷ,
ἐξ ἁγνοίας πόνων, καὶ αἱμάτων τοῖς σταλαγμοῖς,
προσενεγκαμένη, θεόφρον Γλυκερία,
ἐν μύροις θεοβρύτοις, λαμπρῶς
δεδόξασαι.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου