Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀποστόλων
τὸν ζῆλον ἐπιδειξάμενοι,
ἐπὶ τὰς χώρας τῶν Σλάβων Εὐαγγελίου τὸ φῶς,
διηυγάσατε λαμπρῶς θείῳ κηρύγματι,
Θεσσαλονίκης οἱ βλαστοί, καὶ ἀστέρες
φαεινοί,
Μεθόδιε σὺν Κυρίλλῳ,
αὐτάδελφοι θεηγόροι,
Ἐκκλησιῶν ἡ
σεμνοπρέπεια.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐξ
εὐκλεοῦς ἀναβλαστήσαντες ῥίζης,
καὶ ἐν ἁπάσῃ παιδευθέντες σοφίᾳ,
Θεσσαλονίκης φοίνικες οἱ πάγκαρποι,
ὁ θεόφρων Κύριλλος, καὶ Μεθόδιος
ἅμα,
ὤφθησαν ὁμότροποι, τῶν σοφῶν Ἀποστόλων,
καὶ τὰς τῶν Σλάβων χώρας
ἀληθῶς,
θεογνωσίας φωτὶ κατεφώτισαν.
Μεγαλυνάριον.
Χαίροις
αὐταδέλφων ἡ ξυνωρίς,
Κύριλλε τρισμάκαρ, καὶ Μεθόδιε ἱερέ,
τῆς
Θεσσαλονίκης, βλαστοὶ οἱ θεοφόροι,
καὶ φωτισταὶ τῶν Σλάβων οἱ
ἐνθεώτατοι.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου