Δευτέρα 16 Μαΐου 2016

Ὁμολογία Πίστεως


Ὁμολογία Πίστεως τῆς ἐν Κωνσταντινουπόλει Συνόδου τοῦ 1727

«Ἐκλήθημεν δὲ ἄνωθεν οἱ εὐσεβεῖς τῆς Ἀνατολικῆς Ἐκκλησίας χριστιανοὶ διὰ τοῦ Πνεύματος τοῦ ἁγίου ἀπό τε τῶν Προφητῶν, ἀπό τε τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἀπό τε τῶν Ἀποστόλων, ἀπό τε τῶν οἰκουμενικῶν Συνόδων καὶ ἁπαξαπάντων τῶν ὑπὸ τοῦ ἁγίου Πνεύματος ἐνηχηθέντων ἁγίων Πατέρων εἰς τὸ πιστεύειν καὶ φρονεῖν ὅσα ἡ καθ’ ἡμᾶς τοῦ Χριστοῦ Ἐκκλησία παρέλαβε καὶ διασῴζει μέχρι τοῦδε ἀπαραμείωτα καὶ ἀνόθευτα εἰς τὸ παντελές, εἴτε δόγματα πίστεως, ὅρους τε καὶ κανόνας, εἴτε παραδόσεις τῆς Ἐκκλησίας ἐγγράφους τε καὶ ἀγράφους·

ὀφείλομεν ἄρα καὶ περιέπειν ταῦτα πάντα καὶ ἐνστερνίζεσθαι ὅλῃ ψυχῇ, διανοίᾳ τε καὶ προθυμίᾳ, καὶ μηδὲ κεραίαν ἐκ τούτων ἀθετεῖν ἢ μεταποιεῖν ἢ προστιθέναι ἢ ἀφαιρεῖν, ἀλλὰ τὴν εὐθεῖαν βαδίζειν καὶ βασιλικὴν καὶ ἄπταιστον τῆς σωτηρίας ὁδόν, τὴν μήτε εἰς τὰ δεξιὰ μήτε εἰς τὰ ἀριστερὰ κλίνουσαν. 
 
Καὶ γὰρ καὶ μικρὰ παρέγκλισις καὶ μεταποίησις ἐν τοῖς περὶ Θεοῦ λόγοις εἰς κρημνὸν φέρει καὶ βάραθρα, καὶ βυθῷ ψυχικῆς ἀπωλείας παραπέμπει τὸν ὁπωσοῦν ἐκτραπέντα τῆς εὐθείας καὶ τῆς ἀληθείας διαμαρτήσαντα».
 
Ὁμολογία Πίστεως τῆς ἐν Κωνσταντινουπόλει Συνόδου τοῦ 1727, ἐν ΙΩ. ΚΑΡΜΙΡΗ, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τόμ. 2, Akademische Druck u. Verlagsanstalt, Graz Austria 1968 [2], σελ. 942ἑ.


 

Δεν υπάρχουν σχόλια: