Εὐχαριστήριον
Σοὶ χάρις, ὦ πάντων βασιλεῦ, πάντων δὲ ποιητά.
Οὐρανὸς ἐπλήσθη δόξης σέο, πᾶσά γε γαῖα
σῆς σοφίης, Θεὸς Υἱὸς ὁ σὸς Λόγος ἔκτισε πάντα.
Σὸν ἅγιον Πνεῦμα ζωὴν πάντεσσι χορηγεῖ.
Ἱλήκοις κόσμῳ θεία Τριάς· ἵλαθι δι᾿ ἡμῖν,
Υἱὲ Θεοῦ κατὰ πνεῦμα, καὶ ἀνθρώπου κατὰ σάρκα,
ὅστις ἐπὶ σταυροῖο μόρον τέτληκας ἐπισπεῖν,
οἷα βροτός· τριτάτη δὲ πύλας λίπες ἀϊδονῆος,
οἷα Θεός· θανάτου γὰρ ἔλυσας δεσμὸν ἀναστάς,
καὶ βροτέῃ γενεῇ φύσιν ὥπασας, οἶα καὶ ἡμᾶς

ζώειν ἤματα πάντα, σὲ δ᾿ ἄμβροτον αἱὲν ἀείδειν.
Ἅγιος Γρηγόριος ὁ Θεολόγος
Πηγή: Ἁγίου Γρηγορίου τοῦ Θεολόγου Ἔργα, Ε.Π.Ε. «Γρηγόριος Παλαμᾶς», σελ. 374.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου