Πρὸς Κορινθίους Α΄ ἐπιστολή, κεφάλαιον στ´, στίχοι 12-20.
12 Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.
13 τὰ
βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς
βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ
ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ
πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος
τῷ σώματι·
14 ὁ δὲ Θεὸς καὶ τὸν Κύριον
ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς
δυνάμεως αὐτοῦ.
15 οὐκ οἴδατε ὅτι τὰ
σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας
οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης
μέλη; μὴ γένοιτο.
16 ἢ οὐκ οἴδατε ὅτι
ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν;
ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα
μίαν·
17 ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν
πνεῦμά ἐστι.
18 φεύγετε τὴν πορνείαν.
πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος
ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων
εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.
19 ἢ οὐκ
οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν
ὑμῖν Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε
ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν;
20
ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ
τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν
τῷ πνεύματι ὑμῶν ἅτινά ἐστι τοῦ
Θεοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου