Δευτέρα 2 Φεβρουαρίου 2015

Πρὸς τιμὴν τῆς Ὑπαπαντῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ


Ἀπολυτίκιον, Ἦχος α΄.
Χαῖρε  Κεχαριτωμένη  Θεοτόκε  Παρθένε·
ἐκ  σοῦ  γὰρ  ἀνέτειλεν  ὁ  Ἥλιος  τῆς  δικαιοσύνης, 
Χριστὸς  ὁ  Θεὸς  ἡμῶν,  φωτίζων  τοὺς  ἐν  σκότει.
Εὐφραίνου  καὶ  σὺ  Πρεσβῦτα  δίκαιε, 
δεξάμενος  ἐν  ἀγκάλαις  τὸν  Ἐλευθερωτὴν  τῶν  ψυχῶν  ἡμῶν,
χαριζόμενος  ἡμῖν  καὶ  τὴν  Ἀνάστασιν.
 

Κοντάκιον. Ἦχος ὁ αὐτός. 
Ὁ μήτραν παρθενικὴν ἁγιάσας ῷ τόκῳ σου, 
καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, 
προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς, Χριστὲ ὁ Θεός. 
Ἀλλ΄ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, 
καὶ κραταίωσον βασιλεῖς οὓς ἡγάπησας, 
ὁ μόνος φιλάνθρωπος. 


Μεγαλυνάριον.
Σήμερον ἡ Πάναγνος Μαριάμ, 
τῷ Ναῷ προσάγει,ὥσπερ βρέφος τὸν Ποιητήν, 
ὃν ἐν ταῖς ἀγκάλαις, ὁ Πρέσβυς δεδεγμένος,
 Θεὸν αὐτὸν κηρύττει, κἂν σάρκα εἴληφε.

Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 217.

Δεν υπάρχουν σχόλια: