Δόξα, καὶ νῦν. Ἦχος πλ. δ'. Λέοντος Δεσπότου.
Δεῦτε λαοί,
τὴν τρισυπόστατον Θεότητα προσκυνήσωμεν,
Υἱὸν ἐν τῷ Πατρί, σὺν ἁγίῳ Πνεύματι·
Πατὴρ γὰρ ἀχρόνως ἐγέννησεν Υἱόν,
συναΐδιον καὶ σύνθρονον, καὶ Πνεῦμα ἅγιον
ἦν ἐν τῷ Πατρί, σὺν Υἱῷ δοξαζόμενον·
μία δύναμις, μία οὐσία, μία Θεότης,
ἣν προσκυνοῦντες πάντες λέγομεν·
Ἅγιος ὁ Θεός, ὁ τὰ πάντα δημιουργήσας δι' Υἱοῦ,
συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος.
Ἅγιος ἰσχυρός, δι' οὗ τὸν Πατέρα ἐγνώκαμεν,
καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπεδήμησεν ἐν κόσμῳ.
Ἅγιος ἀθάνατος, τὸ Παράκλητον Πνεῦμα,
τὸ ἐκ Πατρὸς ἐκπορευόμενον,
καὶ ἐν Υἱῷ ἀναπαυόμενον,
Τριὰς ἁγία, δόξα σοι.
Δόξα, καὶ νῦν. Ἦχος πλ. δ'.
Γλῶσσαι ποτὲ συνεχύθησαν,
διὰ τὴν τόλμαν τῆς πυργοποιΐας·
γλῶσσαι δὲ νῦν ἐσοφίσθησαν
διὰ τὴν δόξαν τῆς Θεογνωσίας.
Ἐκεῖ κατεδίκασε Θεὸς τοὺς ἀσεβεῖς τῷ πταίσματι,
ἐνταῦθα ἐφώτισε Χριστὸς τοὺς ἀλιεῖς τῷ Πνεύματι.
Τότε κατειργάσθη ἡ ἀφωνία, πρὸς τιμωρίαν·
ἄρτι καινουργεῖται ἡ συμφωνία,
πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Πηγή: Πεντηκοστάριον, «Φῶς», σελ. 218 & 238.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου