Τρίτη 20 Μαΐου 2014

Πρὸς τιμὴν τῆς Ἁγίας Λυδίας τῆς Φιλιππησίας


Ἀπολυτίκιον. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Τὸν Θεὸν σεβομένη διανοίας εὐθύτητι, 
τὸ τῆς χάριτος φέγγος διὰ Παύλου εἰσδέδεξαι, 
καὶ πρώτη ἐν Φιλίπποις τῷ Χριστῷ, 
ἐπίστευσας θεόφρον πανοικεί· 
διὰ τοῦτό σε τιμῶμεν ᾀσματικῶς, 
Λυδία Φιλιππησία. 
Δόξα τῷ εὐδοκήσαντι ἐν σοί, 
δόξα τῷ σὲ καταυγάσαντι, 
δόξα τῷ χορηγοῦντι διὰ σοῦ, 
ἡμῖν τὰ κρείττονα.


Κοντάκιον.Ἦχος δ'. Ἐπεφάνης σήμερον. 
Τοῖς τοῦ Παύλου ῥήμασι καταυγασθεῖσα, 
ἐν Φιλίπποις πέφηνας, εἰκὼν ἁγίας βιοτῆς, 
καὶ πανοικεὶ δόξης κρείττονος, 
Φιλιππησία Λυδία ἠξίωσαι.


Μεγαλυνάριον.
Πρώτη ἐν Φιλίπποις πρὸς τὸν Χριστόν, 
θεόφρον προσῆλθες, διὰ Παύλου τοῦ εὐκλεοῦς, 
ὦ Φιλιππησία, Λυδία καὶ ἐν ῥείθροις, 
Ζυγάκτου ἐβαπτίσθης, πανοικεὶ πάνσεμνε. 


Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης 
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας 

 Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 330-331.

Δεν υπάρχουν σχόλια: