Τετάρτη 14 Μαΐου 2014

Πρὸς τιμὴν τῆς ἑορτῆς τῆς Μεσοπεντηκοστῆς

Ἡ Μεσοπεντηκοστή

Καθίσματα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον. 
Ἐστηκὼς ἐν μέσῳ τοῦ ἱεροῦ, μεσαζούσης ἐνθέως τῆς ἑορτῆς
Ὁ διψῶν, ἀνέκραζες, ἐρχέσθω πρός με καὶ πινέτω·
ὁ γὰρ πίνων ἐκ τούτου, τοῦ θείου μου νάματος, 
ποταμοὺς ἐκ κοιλίας, ἐκρεύσει δογμάτων μου· 
ὅστις δὲ πιστεύει, εἰς ἐμὲ τὸν σταλέντα, 
ἐκ τοῦ θείου Γεννήτορος, μετ' ἐμοῦ δοξασθήσεται.
Διὰ τοῦτο βοῶμεν σοι· Δόξα σοι, Χριστὲ ὁ Θεός, 
ὅτι πλουσίως ἐξέχεας τὰ νάματα, 
τῆς σῆς φιλανθρωπίας τοῖς δούλοις σου.


Δόξα, καὶ νῦν. Ὅμοιον. 
Τῆς σοφίας τὸ ὕδωρ καὶ τῆς ζωῆς, 
ἀναβρύζων τῷ κόσμῳ, πάντας Σωτήρ, 
καλεῖς τοῦ ἀρύσασθαι, σωτηρίας τὰ νάματα· 
τὸν γὰρ θεῖον νόμον σου, δεχόμενος ἄνθρωπος, 
ἐν αὐτῷ σβεννύει, τῆς πλάνης τοὺς ἄνθρακας·
ὅθεν εἰς αἰῶνας, οὐ διψήσει, οὐ λήξει, 
τοῦ κόρου σου Δέσποτα, βασιλεῦ ἐπουράνιε. 
Διὰ τοῦτο δοξάζομεν, τὸ κράτος σου, Χριστὲ ὁ Θεός, 
τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι, 
καταπέμψαι πλουσίως τοῖς δούλοις σου.


ᾨδὴ δ'. Ὁ Εἰρμός.
Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, 
ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, 
ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· 
«Δόξα τῇ δυνάμει σου Κύριε». 

Πηγή: Πεντηκοστάριον, Φῶς, 97-98.


Δεν υπάρχουν σχόλια: