Πάντοτε ἔχοντες Χριστέ,
τὸν Σταυρόν σου εἰς βοήθειαν,
τὰς παγίδας τοῦ ἐχθροῦ
εὐχερῶς καταπατοῦμεν.
Ἀναστάσιμον.
Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου.
Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ,
τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας,
καὶ κατελθὼν ἐν τῷ Ἅδῃ,
τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας,
ἀφθαρσίαν δωρούμενος, τῶν ἀνθρώπων τῷ γένει·
διὰ τοῦτο ὑμνοῦντες, δοξάζομεν,
τὴν ζωοποιόν, καὶ σωτήριόν σου Ἔγερσιν.
Μαρτυρικόν.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον.
Ἱερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικά,
Μάρτυρες Κυρίου, θύματα τέλεια Θεοῦ,
Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα·
πρόβατα ὧν ἡ μάνδρα λύκοις ἀνεπίβατος·
πρεσβεύσατε καὶ ἡμᾶς συμποιμανθῆναι ἡμῖν,
ἐπὶ ὕδατος ἀναπαύσεως.
Δόξα, καὶ νῦν. Ἦχος πλ. β'.
Τάδε λέγει Κύριος τῇ Σαμαρείτιδι·
Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ,
καὶ τίς ἐστιν ὁ λέγων σοι,
Δός μοι ὕδωρ πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν,
καὶ ἔδωκέ σοι πιεῖν,
ἵνα μὴ διψήσῃς εἰς τὸν αἰῶνα·
λέγει Κύριος.
Πηγή: Πεντηκοστάριον, «Φῶς», σελ. 134.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου