Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.
Στῦλος γέγονας, Ὀρθοδοξίας,
θείοις δόγμασιν, ὑποστηρίζων,
τὴν Ἐκκλησίαν, Ἱεράρχα Ἀθανάσιε·
τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον,
ἀνακηρύξας κατῄσχυνας Ἄρειον.
Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθε ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου.
Ὀρθοδοξίας φυτεύσας τὰ δόγματα,
κακοδοξίας ἀκάνθας ἐξέτεμες,
πληθύνας τὸν σπόρον τῆς πίστεως,
τῇ ἐπομβρίᾳ τοῦ Πνεύματος Ὅσιε·
διό σε ὑμνοῦμεν Ἀθανάσιε.
Μεγαλυνάριον.
Τῆς Ὀρθοδοξίας σάλπιγξ χρυσῆ,
ὤφθης Ἱεράρχα, ὁμοούσιον τῷ Πατρί,
τὸν Υἱὸν κηρύττων, καὶ Πνεύματι Ἁγίῳ·
διό σε Ἀθανάσιε μεγαλύνομεν.
Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 308-309.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου