Δόξα καί νῦν. Ἦχος πλ. δ'.
Ἰωάννου Μοναχοῦ.
Ἀπεστάλη ἐξ οὐρανοῦ Γαβριὴλ ὁ Ἀρχάγγελος,
εὐαγγελίσασθαι τῇ Παρθένῳ τῇ σύλληψιν·
καὶ ἐλθὼν εἰς Ναζαρέτ, ἐλογίζετο ἐν ἑαυτῷ
τὸ θαῦμα ἐκπληττόμενος, ὅτι πῶς
ὁ ἐν ὑψίστοις ἀκατάληπτος ὤν,
ἐκ Παρθένου τίκτεται!
ὁ ἔχων θρόνον οὐρανόν,
καὶ ὑποπόδιον τὴν γῆν,
ἐν μήτρᾳ χωρεῖται γυναικός!
ᾧ τὰ Ἑξαπτέρυγα καὶ Πολυόμματα,
ἀτενίσαι οὐ δύνανται, λόγῳ μόνῳ
ἐκ ταύτης σαρκωθῆναι ηὐδόκησε!
Θεοῦ ἐστι Λόγος ὁ παρών.
Τί οὖν ἴσταμαι, καὶ οὐ λέγω τῇ Κόρῃ;
Χαῖρε Κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ·
χαῖρε Ἁγνὴ Παρθένε·
χαῖρε Νύμφη ἀνύμφευτε·
χαῖρε Μήτηρ τῆς ζωῆς·
εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
Πηγή: Μηναῖον Μαρτίου, «Ἐκκλησιαστικὴ Βιβλιοθήκη ΦΩΣ», σελ. 213-214.
Πηγή: Μηναῖον Μαρτίου, «Ἐκκλησιαστικὴ Βιβλιοθήκη ΦΩΣ», σελ. 213-214.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου