Εἰς τήν Θεοκυήτριαν Παρθένον
Τὴν πύλην τὴν οὐράνιον
τὴν κιβωτὸν τὴν ἄχραντον
τὸ ὄρος τὸ πανάγιον
νεφέλην τὴν ἀείφωτον
κλίμακα τὴν οὐράνιον
τὸν λογικὸν Παράδεισον
τῆς Εὔας δὲ τὴν λύτρωσιν
τὴν τοῦ Ἀδάμ ἀνάκλησιν
τῆς Οἰκουμένης τίμιον
ἁπάσης τὸ κειμήλιον
ὑμνήσωμεν ἐν ᾄσμασι
ἐν ψαλτηρίῳ καὶ ᾠδαῖς·
ὅτι τῷ κόσμῳ ἄφεσις
καὶ ἱλασμὸς ἁμαρτιῶν
Παναληθῶς ἐγένετο
τῷ προελθόντι ἐξ αὐτῆς.
Διὸ αὐτῇ βοήσωμεν
τὸν Σὸν Υἱὸν ἱκέτευε
πταισμάτων ἡμῶν ἄφεσιν
δωρήσασθαι ὡς ἀγαθὸν
τοῖς προσκυνοῦσιν εὐσεβῶς
αὐτὸν Θεὸν ἀληθινόν.
Ἅγιος Νεκτάριος
Ἐπίσκοπος Πενταπόλεως
Πηγή: Θεοτοκάριον, Ἁγίου Νεκταρίου Μητροπολίτου Πενταπόλεως, Ἱ.Μ. Ἁγίας Τριάδος, σελ. 88-89.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου