Σάββατο 25 Ιανουαρίου 2014

Πρὸς τιμὴν τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου


Ἀπολυτίκιον. Ἦχος α'.
Ὁ ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, 
τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας·
ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, 
καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι. 
Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, 
σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Κοντάκιον Ἦχος γ'. Ἡ Παρθένος σήμερον. 
Θεολόγῳ γλώττῃ σου, τὰς συμπλοκὰς τῶν ῥητόρων,
διαλύσας ἔνδοξε, ὀρθοδοξίας χιτῶνα, 
ἄνωθεν ἐξυφανθέντα τὴν Ἐκκλησίαν, ἐστόλισας, 
ὃν καὶ φοροῦσα σὺν ἡμῖν κράζει, τοῖς σοῖς τέκνοις· 
χαίροις Πάτερ, θεολογίας ὁ νοῦς ὁ ἀκρότατος.


Μεγαλυνάριον.
Χαίροις ὁ οὐράνιος θεῖος νοῦς, 
στόμα τὸ πυρίπνοῦν, ὁ τῆς χάριτος ὀφθαλμός, 
σάλπιγξ εὐσεβείας, πηγή θεολογίας, 
ὑπερκοσμίω μύστης, σοφέ Γρηγόριε.

Γεράσιμος Μοναχός Μικραγιαννανίτης 
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας 

 Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 207
 

Δεν υπάρχουν σχόλια: