Πέμπτη 21 Νοεμβρίου 2013

Ἡ ἐν τῷ Ναῷ Εἴσοδος τῆς Ὑπεραγίας Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας

Τά Εἰσόδια τῆς Θεοτόκου

Ἀπολυτίκιον. Ἦχος δ'. 
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, 
καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις·
ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, 
καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλεται. 
Αὐτῇ καὶ ἡμεῖς, μεγαλοφώνως βοήσωμεν·
χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις.


Ὁ π. Νικόδημος Καβαρνός ψάλλει τὸ ἀπολυτίκιον.
http://www.youtube.com/watch?v=qAz-sEWbcFI


Κοντάκιον. Ἦχος ὁ αὐτός. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ καθαρώτατος ναὸς τοῦ Σωτήρος, 
ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, 
τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, 
σήμερον εἰσάγεται ἐν τῷ οἴκῳ Κυρίου, 
τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ·
ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ. Αὕτη ὑπάρχει, 
σκηνὴ ἐπουράνιος. 


Μεγαλυνάριον.
Ἔνδον τῶν ἀδύτων, ἐν τῷ Ναῷ, 
ἡ τῷ Θεῷ Λόγῳ, ἐκλεχθεῖσα πρὸς γενεῶν, 
ἀφιερωθεῖσα, τὴν οἴκησιν ποιεῖται, 
ἡ Πάναγνος Παρθένος, ἣν μεγαλύνομεν.
 
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, 
Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, σελ. 126.

Δεν υπάρχουν σχόλια: