Ὁ Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος |
Στιχηρὰ Προσόμοια. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὴν χρυσήλατον σάλπιγγα, τὸ θεόπνευστον ὄργανον,
τῶν δογμάτων τὸ πέλαγος ἀνεξάντλητον,
τῆς Ἐκκλησίας τὸ στήριγμα, τὸν νοῦν τὸν οὐράνιον,
τῆς σοφίας τὸν βυθόν, τὸν κρατῆρα τὸν πάγχρυσον,
τὸν προχέοντα, ποταμοὺς διδαγμάτων μελιρρύτων,
καὶ ἀρδεύοντα τὴν κτίσιν, μελῳδικῶς ἀνυμνήσωμεν.
Τὸν ἀστέρα τὸν ἄδυτον, τὸν ἀκτῖσι φωτίζοντα,
διδαγμάτων ἅπασαν τὴν ὑφήλιον·
τῆς μετανοίας τὸν κήρυκα, τὸν σπόγγον τὸν πάγχρυσον,
τὸν ὑγρότητα δεινῆς, ἀπογνώσεως αἴροντα,
καὶ δροσίζοντα, ἐκτακείσας καρδίας ἁμαρτίαις,
Ἰωάννην ἐπαξίως, τὸν Χρυσόλογον τιμήσωμεν.
Ὁ ἐπίγειος Ἄγγελος, καὶ οὐράνιος ἄνθρωπος,
χελιδὼν ἡ εὔλαλος καὶ πολύφωνος,
τῶν ἀρετῶν τὸ θησαύρισμα, ἡ πέτρα ἡ ἄρρηκτος,
τῶν πιστῶν ὑπογραμμός, τῶν Μαρτύρων ἐφάμιλλος,
ἰσοστάσιος, τῶν Ὰγίων Ἀγγέλων, Ἀποστόλων,
ὁ ὁμότροπος έν ὕμνοις, μεγαλυνέσθω Χρυσόστομος.
Κάθισμα. Ἦχος πλ.δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν σοφίαν ἐξ ὕψους καταμαθών,
καὶ τὴν χάριν τῶν λόγων παρὰ Θεοῦ,
τοῖς πᾶσιν ἐξέλαμψας, ὡς χρυσὸς ἐν καμίνῳ,
καὶ τὴν Ἁγίαν Τριάδαν, Μονάδα ἐκήρυξας,
τὴν φιλάργυρον πλάνην, τοξεύσας τοῖς λόγοις σου·
ὅθεν καὶ πρὸς ζῆλον, Βασιλίδα ἐλέγξας,
ἀδίκως τῆς ποίμνης σου, ἀπελάθης μακάριε·
Ἰωάννη Χρυσόστομε, πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ,
τὴν ἁγίαν μνήμην σου.
Πηγή: Μηναῖον Νοεμβρίου, σελ. 158 &164.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου