Οὶ Ἅγιοι Ἀνάργυροι Κοσμᾶς καὶ Δαμιανὸς |
Ἀπολυτίκιον. Ἦχος πλ. δ'.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί,
ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν·
Δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
Ἕτερον Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.
Θείου Πνεύματος, τῇ χειρουργίᾳ,
θεραπεύετε, παντοίας νόσους,
σὺν Κοσμᾷ Δαμιανὲ οἱ Ἀνάργυροι·
ὁ γὰρ Σωτὴρ ἰατροὺς ὑμᾶς ἔδειξεν,
εἰς περιποίησιν πάντων καὶ ἴασιν·
ὅθεν ῥύσασθε, παθῶν δυσαθλῶν καὶ θλίψεων,
τοὺς πόθῳ τῷ ναῷ ὑμῶν προστρέχοντας.
Κοντάκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐκ τῆς Ἀσίας ὥσπερ δύο ἀστέρες,
ἐξανατείλαντες Ἀνάργυροι θεῖοι,
τῇ οἰκουμένῃ λάμπετε θαυμάτων ταῖς αὐγαῖς,
νόσους μὲν ἰώμενοι, καὶ δεινὰς καχεξίας,
χάριν δὲ παρέχοντες, τοῖς πιστοῖς εὐρωστίας,
Δαμιανὲ θεόφρον καὶ Κοσμᾶ, χειμαζομένων,
λιμένες πανεύδιοι.
Μεγαλυνάριον.
Οἷα περ θεράποντες ἰατροί,
ψυχῶν καὶ σωμάτων, ἀσθενείας ὀδυνηράς,
ἰάσασθε τάχος, ἀρρήτῳ ἐπισκέψει,
ἡμῶν θαυματοβρύται, σοφοὶ Ἀνάργυροι.
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου,
Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, σελ. 100
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου