Τρίτη 1 Οκτωβρίου 2013

Tῆς Ὑπεραγίας Θεοτόκου τῆς «Γοργοϋπηκόου»

Παναγία ἡ Γοργοϋπήκοος

Ἀπολυτίκιον. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Ὡς θεόβρυτον κρήνην τῶν ἀΰλων χαρίτων σου, 
τὴν θαυματουργόν σου Εἰκόνα, 
Θεοτόκε πλουτήσαντες*,
ἐκ ταύτης τῶν θαυμάτων τὰς ῥοάς, 
ἀντλοῦμεν δαψιλῶς ὡς ἐξ Ἐδέμ·
σὺ γὰρ Γοργοϋπήκοος βοηθός, 
πέλεις τῶν ἐκβοώντων σοι·
δόξα τοῖς σοῖς χαρίσμασιν Ἁγνή, 
δόξα τῇ παρθενίᾳ σου,
δόξα τῇ πρὸς ἡμᾶς σου 
ἀνεκφράστῳ προνοίᾳ Ἄχραντε.


Κοντάκιον. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ.
Τῇ ἀρωγῇ σου Θεοτόκε καταφεύγοντες
Ὡς εἰς λιμένα γαληνότατον σωζόμεθα
Ἐκ κινδύνων πολυτρόπων καὶ νοσημάτων·
Σὺ γὰρ ὤφθης βοηθὸς Γοργοϋπήκοος
Τοῖς πιστῶς τῇ σῇ Εἰκόνι καταφεύγουσι
Καὶ βοῶσί σοι, χαῖρε κόσμου ἀντίληψις.


Μεγαλυνάριον.
Χάριν ποριζόμενοι ἀληθῆ, 
ἐκ τῆς σῆς Εἰκόνος, Θεοτόκε, διὰ παντός, 
ταύτην προσκυνοῦμεν, καὶ σὲ ὑμνολογοῦμεν, 
ἡμῶν ὡς προστασίαν, Γοργοϋπήκοε.

Πηγή: Νέος Ἐνιαύσιος Στέφανος, 
Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, 
Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, σελ. 502 
____________________________________________
* πνευματικός πλοῦτος κι ὄχι τοῦ μαμμωνᾶ. 
Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. (Λουκ. στ' 20). 

Δεν υπάρχουν σχόλια: