Κυριακή 6 Οκτωβρίου 2013

Πρὸς τιμὴν τοῦ Ἁγίου Ἀποστόλου Θωμᾶ

Ὁ Ἅγιος Ἀπόστολος Θωμᾶς
Δόξα. Ἦχος πλ. β'. Ἀνατολίου.
Τὰ θεία ἐποπτεύων, Χριστοῦ τῆς σοφίας 
νοητὸς ἀναδέδειξαι κρατήρ, μυστικῶς Θωμᾶ Ἀπόστολε, 
ἐν ᾧ τῶν πιστῶν αἱ ψυχαὶ εὐφραίνονται·
τῇ γὰρ θείᾳ σαγήνῃ τοῦ Πνεύματος, 
λαοὺς ἀνείλκυσας ἐκ βυθοῦ τῆς ἀπογνώσεως· 
ὅθεν ἐκ Σιών, ὡς ποταμὸς τῆς χάριτος ἐξῆλθες, 
τὰ σὰ ἐκβλύζων ἔνθεα δόγματα, εἰς τὴν σύμπασαν κτίσιν. 
Διὸ τοῦ Χριστοῦ τὰ πάθη ἐκμιμούμενος, 
τὴν πλευρὰν ἐλογχεύθης, 
καὶ ἐν τῷ γνόφῳ εἰσδύσας τῆς ἀφθαρσίας, 
αὐτὸν ἱκέτευε, ἐλεηθήναι τὰς ψυχὰς ἡμῶν. 


Κάθισμα. Ἦχος πλ. δ' . Τὴν Σοφίαν καὶ Λόγον.
Τῇ σαγήνῃ τῶν λόγων τῶν θεϊκῶν, 
τοὺς ἰχθύας ζωγρήσας τοὺς λογικούς, 
τούτους σὺ προσήγαγες, ἀπαρχὴ τῷ Θεῷ ἡμῶν·
καὶ τοῦ Χριστοῦ τὰ στηρίγματα, παθῶν ἐπενδύσασθε, 
μιμητὴς τοῦ πάθους, αὐτοῦ πεφανέρωσαι·
ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, 
Ἀπόστολε ἔνδοξε, τὴν πανέορτον μνήμην σου, 
καὶ συμφώνως βοῶμέν σοι· 
Πρέσβευε Χριστῷ τῷ Θεῷ, 
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, 
τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην σου. 


Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὡς θείος Ἀπόστολος θεολογίας κρουνούς, 
ἐνθέως ἐξήντλησας, ἐκ λογχονύκτου πλευρᾶς, 
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Ὅθεν τῆς εὐσεβείας, κατασπείρας τὸν λόγον, 
ἔλαμψας ἐν Ἰνδίᾳ,  ὡς ἀκτὶς οὐρανία, 
Θωμᾶ τῶν Ἀποστόλων, τὸ θεῖον ἀγλάϊσμα.


Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ὁ τῆς θείας χάριτος πεπληρωμένος, 
τοῦ Χριστοῦ Ἀπόστολος, καὶ ὑπηρέτης ἀληθής, 
ἐν μετανοίᾳ ἐκραύγαζε· 
Σύ μου ὑπάρχεις Θεός τε καὶ Κύριος.


Μεγαλυνάριον. 
Τῇ χειρὶ ἁψάμενος τῆς πλευρᾶς, 
τοῦ βλύσαντος κόσμω, ἀθανάτου ζωῆς κρουνούς, 
ἐξ αὐτῆς ἐδέξω, δογμάτων θεῖα ῥεῖθρα, 
δι' ὧν ψυχὰς ἀρδεύεις, Θωμᾶ Ἀπόστολε.
  
Πηγές: Μηναῖον Ὁκτωβρίου, σελ. 53 &55 &
 Νέος Ἐνιαύσιος Στέφανος, 
Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, 
Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, σελ. 63 

Δεν υπάρχουν σχόλια: