Οἱ Ἅγιοι Νέστορας, Δημήτριος καὶ Λοῦπος |
Ἀπολυτίκιον. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Ἀθλητὴς εὐσεβείας ἀκαταγώνιστος,
ὡς κοινωνὸς καὶ συνήθης τοῦ Δημητρίου ὀφθείς,
ἡγωνίσω ἀνδρικῶς Νέστορ μακάριε·
τῇ θεϊκῇ γὰρ ἀρωγῇ, τὸν Λυαῖον καθελών,
ὡς ἄμωμον ἱερεῖον, σφαγιασθεὶς προσηνέχθης,
τῷ Ἀθλοθέτῃ καὶ Θεῷ ἡμῶν.
Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Ἀθλήσας καλῶς, ἀθάνατον τὴν εὔκλειαν,
κεκλήρωσαι νῦν, καὶ στρατιώτης ἄριστος,
τοῦ Δεσπότου γέγονας, ταῖς εὐχαῖς Δημητρίου τοῦ Μάρτυρος·
σὺν αὐτῷ οὖν Νέστορ σοφὲ πρεσβεύων μὴ παύσῃ,
ὑπὲρ πάντων ἡμῶν.
Μεγαλυνάριον.
Σθένος ἐζωσάμενος ὑπερφυές,
νικητὴς ἐγένου, ἐν ἀγῶσι Νέστορ σοφέ·
ὅθεν ἀκηράτων, γερῶν ἠξιωμένος,
μετὰ τοῦ Δημητρίου, ἡμῶν μνημόνευε.
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος,
Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου,
Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, σελ. 92.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου