Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὴν
πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερίναν τὴν θείαν καὶ
πολιοῦχον Σινᾶ,
τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν·
ὅτι ἐφίμωσε λαμπρῶς,
τοὺς κομψοὺς τῶν ἀσεβῶν,
τοῦ Πνεύματος τῇ δυνάμει,
καὶ νῦν ὡς Μάρτυς
στεφθεῖσα,
αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.
Κοντάκιoν. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τὴν σοφίαν ἄνωθεν, κομισαμένη τοῦ λόγου,
Τὴν σοφίαν ἄνωθεν, κομισαμένη τοῦ λόγου,
τῶν ῥητόρων ἤλεγξας, τὰς φληναφίας
εὐτόνως·
κάλλεσι, τῆς παρθενίας ὡραϊσμένη,
αἵμασι, τῆς μαρτυρίας
πεποικιλμένη·
διὰ τοῦτό σε ὡς νύμφην,
Αἰκατερίνα Χριστὸς προσήκατο.
Μεγαλυνάριον.
Νύμφη τοῦ Σωτῆρος πανευκλεής,
Νύμφη τοῦ Σωτῆρος πανευκλεής,
αἴγλη παρθενίας, καὶ σοφίας τῇ καλλονῇ,
καὶ
Μαρτύρων ἄθλοις, λαμπρῶς πεποικιλμένη,
Αἰκατερίνα ὤφθης, ὠς
καλλιπάρθενος.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου