Δίκαιος γὰρ ὢν ὁ Θεός, ἀδίκους ἔχειν συγκοινωνοὺς οὐκ ἀνέχεται καὶ καθαρὸς ὢν, ἀκαθάρτῳ οὐ συμμιαίνεται καὶ ἀπαθὴς ὑπάρχων, τοῖς ἐμπάθεσιν οὐ συναυλίζεται καὶ ἅγιος ὤν, εἰς κεχραμμένην ψυχὴν καὶ πονηρὰν οὐκ εἰσέρχεται.
Πονηρὸς δέ ἐστιν ὁ τοῦ πονηροῦ σπορέως τὸν κόκκον ὑποδεξάμενος ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ καρποφορῶν ἀκάνθας καὶ τριβόλους τῆς ἁμαρτίας τῷ διαβόλῳ, τὰ τοῦ αἰωνίου πυρὸς ὑπεκκαύματα, ἅτινά ἐστι φθόνος, μῖσος, μνησικακία, ζῆλος, ἐριθεία, οἴησις, κενοδοξία, ὑπερηφανία, δόλος, περιεργία, διαβολὴ καὶ εἴτι διὰ σαρκὸς πάθος ἀπόπτυστον καθ' ἡδονὴν ἐκτελεῖται καὶ κοινοῖ τὸν ἐντὸς ἡμῶν ἄνθρωπον κατὰ τὴν τοῦ Κυρίου φωνήν.
Ἀλλὰ μὴ γένοιτο ἡμᾶς, ἀδελφοί, τοιαῦτά ποτε καρποφορῆσαι ζιζάνια, δεξαμένους ἐκ ῥᾳθυμίας τὸν σπόρον τοῦ πονηροῦ ἐν ταῖς καρδίαις ἡμῶν. Γένοιτο δὲ εἰς τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατὸν καρποφορῆσαι Χριστῷ τὰ διὰ τοῦ Πνεύματος ἐν ἡμῖν γεωργούμενα, ἅ ἐστιν ἀγάπη, χαρά, εἰρήνη, χρηστότης, ἀγαθωσύνη, μακροθυμία, πίστις, πρᾳότης, ἐγκράτεια, τραφῆναι τε τὸν ἄρτον τῆς γνώσεως καὶ αὐξηθῆναι ταῖς ἀρεταῖς καὶ καταντῆσαι εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος
Πηγή: Κατηχήσεις~Εὐχαριστίες,
Ἁγίου Συμεών τοῦ Νέου Θεολόγου,
Τόμος Α', σελ. 189-190.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου