ὁ φωταυγὴς καὶ σωτήριος, φῶς τὸ τρισήλιον,
καθορᾷ καὶ μέλπει, σὺν ταῖς ἄνω τάξεσι,
τὸ θεῖον καὶ φρικῶδες μελῴδημα, καθικετεύει τε,
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν,
τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Φωτὸς ὢν ἀνάπλεως ἀεί, καὶ ποιῶν τὸ θέλημα,
καὶ ἐκτελῶν τὰ προστάγματα, τοῦ Παντοκράτορος,
ἀρχηγὲ Ἀγγέλων, Γαβριήλ πανάριστε,
τοὺς πόθῳ σε τιμῶντας περίσῳζε, ἀεὶ αἰτούμενος,
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην,
καὶ τὸ μέγα ἔλεος.
Ὡς Ταξιάρχης καὶ πρόμαχος,
καὶ τῶν Ἀγγέλων ἀρχηγὸς Ἀρχιστράτηγε,
πάσης ἀνάγκης καὶ θλίψεως,
νόσων καὶ δεινῶν ἁμαρτημάτων ἐλευθέρωσον,
τοὺς εἰλικρινῶς ἀνυμνοῦντας,
καὶ αἰτουμένους σε ἔνδοξε,
ἐναργῶς ὡς ἄϋλος τὸν ἄϋλον καθορῶν,
καὶ τῷ ἀπροσίτῳ φωτὶ
τῆς τοῦ Δεσπότου δόξης καταλαμπόμενος.
Αὐτὸς γὰρ φιλανθρώπως,
σάρκα δι' ἡμᾶς ἐκ Παρθένου προσείληφε,
σῶσαι βουληθεὶς τὸ ἀνθρώπινον.
Ὕμνοι Μηναίου Ἰουλίου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου