Κυριακή 16 Ιουνίου 2013

Τῶν Ἁγίων 318 Θεοφόρων Πατέρων τῆς ἐν Νικαίᾳ Α' Ἁγίας Οἰκουμενικῆς Συνόδου

 Κυριακή τῶν Ἁγίων Πατέρων

    Τούτους τοὺς θείους, Πατέρας, κήρυκας τῆς πίστεως μετὰ τοὺς θεηγόρους Ἀποστόλους γνωρίζουσα ἡ τοῦ Χριστοῦ ὀρθόδοξος Ἐκκλησία καὶ διδασκάλους τῶν ἀληθινῶν δογμάτων καὶ εὐεργέτας καὶ σωτῆρας τῶν ψυχῶν ἡμῶν, ὥρισεν ἵνα κατὰ πᾶν ἔτος τὴν μνήμην τῆς αὐτῆς συνάξεως, ἥτις λέγεται πρώτη οἰκουμενικὴ σύνοδος, εὐλαβῶς, ἑορτάζωμεν εἰς δόξαν καὶ εὐχαριστίαν τοῦ Θεοῦ, εἰς ἔπαινον καὶ τιμὴν αὐτῶν, καὶ εἰς στερέωσιν τῆς ἀληθινῆς πίστεως, τὴν ὁποίαν αὐτοὶ οἱ θεόπνευστοι, ἐπὶ τῷ θεμελίῳ τῶν ἁγίων Γραφῶν στηριχθέντες, ἀνεκήρυξαν καὶ ἐδίδαξαν.
     Καὶ τὸ σημερινόν Εὐαγγέλιον διὰ τοῦτο ἀνεγνώσθη, ἐπειδὴ περιέχει τὴν πρὸς τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσευχὴν καὶ δέησιν.  Ἐγνώρισε δὲ ὁ κόσμος ὅτι ἡ δέησις αὕτη εἰσηκούσθη, βλέπων πρῶτον, μετὰ τῶν Ἀποστόλων τὸ πολίτευμα, τούτων τῶν θείων Πατέρων τὸ παράδειγμα  διότι καὶ αὐτοί, μαθηταὶ γενόμενοι τοῦ Ἰησοῦ Χριστοῦ, ἐτήρησαν τὸν λόγον τοῦ Θεοῦ, παρέλαβον καὶ αὐτοὶ τὰ ρήματα τοῦ Θεοῦ, καὶ ἐγνώρισαν καὶ ἐπίστευσαν ὅτι παρὰ τοῦ Πατρὸς ἐγεννήθη ὁ Υἱός, καὶ ἐστάλη εἰς τὸν κόσμον καὶ αὐτοὶ μετὰ τοὺς Ἀποστόλους, μίαν καρδίαν ἔχοντες καὶ μίαν γνώμην, Υἱὸν Θεοῦ κατὰ φύσιν ἐκήρυξαν τὸν Ἰησοῦν Χριστόν, καὶ ὁμοφώνως ἐδίδαξαν τῆς εὐσεβείας τὸ μέγα μυστήριον.  
    Ἡ προσευχὴ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ εἶναι πλήρης θεολογίας, εἶναι κανών καὶ τύπος τῆς ἀληθινῆς καὶ εὐπροσδέκτου εἰς τὸν Θεὸν προσευχῆς. Ταύτης τὴν ἐξήγησιν ἀκούσατε, ἵνα θησαυρίσητε τὸν ἐπουράνιον τῆς ἀρετῆς θησαυρόν.


Νικηφόρος Θεοτόκης 
 Ἀρχιεπίσκοπος Ἀστραχανίου & Σταυρουπόλεως Ρωσίας


Δεν υπάρχουν σχόλια: