Καὶ εἶπε Μαριάμ·
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον
καὶ ἡγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου,
ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.
ἱδοῦ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γεννεαί·
ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός
καὶ ἅγιον τὸ ὅνομα αὐτοῦ,
καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάς γενεῶν
τοῖς φοβουμένοις αὐτόν.
Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ,
διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν
καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς,
πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ
πλουτοῦντας ἐξαπέστειλεν κενούς.
ἀντελάβετο Ἰσραήλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους,
καθώς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν,
τῷ Ἀβραάμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.
Παναγία
Λουκ. α' 46-55
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου