Στιχηρὸ Ἀναστάσιμο. Ἦχος πλ. α΄.
Ὁ τὴν Ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων,
ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη·
ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου,
καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί·
εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης, Χριστός,
λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε·
\
καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύπτεσθε.
Πηγή: Πεντηκοστάριον, «Φῶς», σελ. 15.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου