Σάββατο 21 Μαΐου 2016

Πρὸς τιμὴν τῶν Ἁγίων Μεγάλων Ἰσαποστόλων & βασιλέων Κωνσταντίνου καὶ Ἑλένης


Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, 
καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, 
ὁ ἐν Βασιλεῦσιν Ἀπόστολός σου Κύριε,
 Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο· 
ἣν περισώζε διὰ παντὸς ἐν εἰρήνῃ,
 πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

Ἕτερον Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
 

Πρῶτος πέφηνας, ἐν Βασιλεῦσι,
 θεῖον ἕδρασμα, τῆς εὐσεβείας, 
ἀπ’ οὐρανοῦ δεδεγμένος τὸ χάρισμα· 
ὅθεν Χριστοῦ τὸν Σταυρὸν ἐφανέρωσας, 
καὶ τὴν Ὀρθόδοξον πίστιν ἐφήπλωσας. 
Κωνσταντῖνε Ἰσαπόστολε, 
σὺν Μητρὶ Ἑλένῃ τῇ θεόφρονι, 
πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον. 
Κωνσταντῖνος σήμερον, σὺν τῇ μητρὶ τῇ Ἑλένῃ,
 τὸν Σταυρὸν ἐκφαίνουσι, τὸ πανσεβάσμιον ξύλον,
 πάντων μὲν, τῶν Ἰουδαίων αἰσχύνην ὄντα, 
ὅπλον δέ, πιστῶν ἀνάκτων κατ’ ἐναντίων· 
δι’ ἡμᾶς γὰρ ἀνεδείχθη, σημεῖον μέγα, 
καὶ ἐν πολέμοις φρικτόν.


Μεγαλυνάριον.
 

Τοὺς τῆς εὐσεβείας θείους πυρσούς, 
καὶ τῶν Ἀποστόλων, θιασώτας καὶ μιμητάς, 
σὺν τῷ Κωνσταντίνῳ, Ἑλένην τὴν Ἁγίαν,
 ὡς Βασιλέων δόξαν, ἀνευφημήσωμεν.

Πηγή: synaxarion.gr

Δεν υπάρχουν σχόλια: