Στιχηρὸ προσόμοιο.Ἦχος πλ. α΄.
Δόξης ὡς θεϊκῆς ποταμός,
τῆς ἑορτῆς νῦν μεσαζούσης ὁ Κύριος,
τὰ ρεῖθρα τῆς εὐσπλαχνίας, πᾶσι παρέχων βοᾷ·
Οἱ διψῶντες δεῦτε καὶ ἀρύσασθε.
Πηγή συμπαθείας γάρ, καὶ ἐλέους τὸ πέλαγος,
Αὐτὸς ὑπάρχων, βρύει κόσμῳ τὴν ἄφεσιν·
πλύνει πταίσματα, καὶ καθαίρει νοσήματα·
σώζει τοὺς τὴν Ἀνάστασιν, αὐτοῦ ἑορτάζοντας·
σκέπει τοὺς πόθῳ τιμῶντας, τὴν μετὰ δόξης Ἀνάληψιν,
αὐτοῦ καὶ παρέχει, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην,
καὶ μέγα ἔλεος.
Πηγή: Πεντηκοστάριον, «Φῶς», σελ. 106.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου