Σταυροθεοτοκία
Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον·
ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον,
οὗ ἔστησαν οἱ πόδες Σου Κύριε,
καὶ Ξύλου σωτηρίας γευσάμενοι,
τῶν ἐξ ἁμαρτίας παθῶν ἐλευθερίας ἐτύχομεν,
πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
Ἐν Σταυρῷ καθορῶσα, τὸν δι᾿ ἀγαθότητα,
ἐκ σοῦ Πανάμωμε, ὑπὲρ νοῦν τεχθέντα,
ἐτιτρώσκου τὰ σπλάχνα, καὶ ἔλεγες·
Οἴμοι θεῖον Τέκνον! πῶς ὑπὲρ πάντων ὀδυνᾶσαι;
Προσκυνῶ σου τὸ εὔσπλαχνον Κύριε!
Τὸν βότρυν ἡ ἄμπελος, Παρθένος ὄν ἐβλάστησε,
ξύλῳ κρεμασθέντα κατιδοῦσα, Τέκνον, ἐβόα,
γλεῦκος ἀπόσταξον, μέθην ἀναστέλλων τῶν ἐχθρῶν,
μάτην σταυρωσάντων σε τὸν ἐν πᾶσι μακρόθυμον.
Πηγή: Τριώδιον, «Φῶς», σελ. 262 & 263.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου