Τρίτη 12 Απριλίου 2016

Πρὸς τιμὴν τοῦ Ὁσίου Ἀκακίου τοῦ Καυσοκαλυβίτου


Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον. 
Ἀκακίᾳ ἐμπρέπων Πάτερ Ἀκάκιε, 
καὶ λαμπρότητι βίου ἀστὴρ ὡς πάμφωτος,
τῶν Ὁσίων μιμητὴς τῶν πάλαι γέγονας, 
καὶ χαρισμάτων θεϊκῶν, δαψιλῶς ἀξιωθείς, 
μὴ παύσῃ καθικετεύων, 
τὴν Παναγίαν Τριάδα, 
διδόναι πᾶσι τὸ θεῖον ἔλεος.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον. 
Ἐπεφάνης Ὅσιε τῇ Ἐκκλησίᾳ, 
ὡς ἀστὴρ νεόφωτος, καταλαμπρύνων τηλαυγῶς, 
τῶν Ὀρθοδόξων τὸ πλήρωμα, 
τοῖς σοῖς ἀγῶσι, παμμάκαρ Ἀκάκιε.

Μεγαλυνάριον. 
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, 
καὶ τῶν Μοναζόντων, ἀπλανέστατος ὁδηγός·
χαίροις ἀκακίας, κατάκαρπος ἐλαία, 
Ἀκάκιε παμμάκαρ, Ἄθωνος καύχημα.

Πηγή: synaxarion.gr

Δεν υπάρχουν σχόλια: