Ἐπιστολὴ πρὸς Φιλιππησίους, δ΄ 4-9.
4 Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε.
5
τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ Κύριος ἐγγύς.
6 μηδὲν
μεριμνᾶτε, ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ
αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν,
7 καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ
ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν
Χριστῷ Ἰησοῦ.
8 Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα
δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις
ἔπαινος, ταῦτα λογίζεσθε·
9 ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε
καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ'
ὑμῶν.
Ἅγιος Ἀπόστολος Παῦλος
Πηγή: Καινὴ Διαθήκη, σελ. 798 & myriobiblos.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου